Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.17.3 Polyb. 9.17.10 (English) >>Polyb. 9.18.6

9.17.8 ταχὺ δὲ τῆς πύλης κλεισθείσης ὑπὸ τῶν ἐφεστώτων διὰ τὸ μηδέπω μηδὲν ὑπὸ τῶν ἔνδον ἡτοιμάσθαι, συνέβη μὴ μόνον τῆς πράξεως ἀποτυχεῖν τοὺς περὶ τὸν Ἄρατον, ἀλλὰ καὶ τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαι τῶν μεγίστων συμπτωμάτων· καταφανεῖς γὰρ γενόμενοι παραχρῆμα προβληθέντες ἀπέθανον. 9.17.9 τί οὖν εἴποι τις ἂν τῆς περιπετείας αἴτιον γεγονέναι; τὸ ποιήσασθαι τὸν στρατηγὸν ἁπλοῦν τὸ σύνθημα, νέον ἀκμὴν ὄντα καὶ τῆς τῶν διπλῶν συνθημάτων καὶ παρασυνθημάτων ἀκριβείας ἄπειρον. 9.17.10 οὕτως αἱ πολεμικαὶ πράξεις ἐν μικρῷ τὸ διαφέρον ἔχουσι τῆς ἐφʼ ἑκάτερα ῥοπῆς τῶν ἐκβαινόντων.

9.18.1

Καὶ μὴν Κλεομένης Σπαρτιάτης προθέμενος διὰ πράξεως ἑλεῖν τὴν τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τὸ κατὰ τὸν Φωλεὸν καλούμενον νυκτὸς ἥξειν μετὰ τῆς δυνάμεως κατὰ τρίτην φυλακήν· τοῦτον γὰρ ἐφύλαττον τὸν καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αὐτῷ. 9.18.2 οὐκέτι δὲ προνοηθεὶς ὅτι περὶ τὴν τῆς Πλειάδος ἐπιτολὴν τελέως ἤδη βραχείας εἶναι συμβαίνει τὰς νύκτας, ἐκίνησε τὴν δύναμιν ἐκ τῆς Λακεδαίμονος περὶ δυσμὰς ἡλίου. 9.18.3 λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ κινδυνεύσας τοῖς ὅλοις·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.17.3 Polyb. 9.17.10 (English) >>Polyb. 9.18.6

Powered by PhiloLogic