Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.17.9 Polyb. 9.18.6 (English) >>Polyb. 9.19.5

9.18.3 λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ κινδυνεύσας τοῖς ὅλοις· 9.18.4 ὃς εἰ κατὰ τὸ συνταχθὲν ηὐστόχησε τοῦ καιροῦ καὶ κρατούντων τῆς εἰσόδου τῶν συνεργούντων εἰσήγαγε τὴν δύναμιν, οὐκ ἂν διεψεύσθη τῆς ἐπιβολῆς.

Πάλιν ὁμοίως Φίλιππος βασιλεύς, 9.18.5 ὡς ἐπάνω προεῖπον, πρᾶξιν ἔχων ἐκ τῆς τῶν Μελιταιῶν πόλεως κατὰ δύο τρόπους ἥμαρτε· καὶ γὰρ τὰς κλίμακας ἐλάττους ἔχων ἦλθε τῆς χρείας καὶ τοῦ καιροῦ διέπεσε. 9.18.6 συνταξάμενος γὰρ ἥξειν περὶ μέσας νύκτας κατακεκοιμημένων ἤδη πάντων, πρὸ τοῦ δέοντος καιροῦ κινήσας ἐκ Λαρίσης καὶ προσπεσὼν πρὸς τὴν τῶν Μελιταιῶν χώραν, οὔτʼ ἐπιμένειν ἐδύνατο, δεδιὼς μὴ προσαγγελθείη τοῖς ἔνδον, οὔτʼ ἀνακάμψας ἔτι λαθεῖν. 9.18.7 διόπερ ἀναγκαζόμενος εἰς τοὔμπροσθεν προάγειν, ἧκε πρὸς τὴν πόλιν ἀκμὴν τῶν ἀνθρώπων ἐγρηγορότων. 9.18.8 ὅθεν οὔτε διὰ τῶν κλιμάκων ἠδύνατο βιάζεσθαι διὰ τὴν ἀσυμμετρίαν οὔτε διὰ τῆς πύλης εἰσελθεῖν τῷ μὴ δύνασθαι τοὺς ἔνδον αὐτῷ συνεργεῖν διὰ τὸν καιρόν. 9.18.9 τέλος διερεθίσας τοὺς ἐν τῇ πόλει καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλών, μετʼ αἰσχύνης ἄπρακτος ἐπανῆλθε, πᾶσι καὶ τοῖς ἄλλοις παρηγγελκὼς ἀπιστεῖν αὐτῷ καὶ φυλάττεσθαι.

9.19.1

Καὶ μὴν Νικίας τῶν Ἀθηναίων στρατηγός, δυνάμενος σῴζειν τὸ περὶ τὰς Συρακούσας στράτευμα, καὶ λαβὼν τῆς νυκτὸς τὸν ἁρμόζοντα καιρὸν εἰς τὸ λαθεῖν τοὺς πολεμίους, ἀποχωρήσας εἰς ἀσφαλές, κἄπειτα τῆς σελήνης ἐκλειπούσης δεισιδαιμονήσας, ὥς τι δεινὸν προσημαινούσης, ἐπέσχε τὴν ἀναζυγήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.17.9 Polyb. 9.18.6 (English) >>Polyb. 9.19.5

Powered by PhiloLogic