Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.18.2 Polyb. 9.18.9 (English) >>Polyb. 9.19.7

9.18.6 συνταξάμενος γὰρ ἥξειν περὶ μέσας νύκτας κατακεκοιμημένων ἤδη πάντων, πρὸ τοῦ δέοντος καιροῦ κινήσας ἐκ Λαρίσης καὶ προσπεσὼν πρὸς τὴν τῶν Μελιταιῶν χώραν, οὔτʼ ἐπιμένειν ἐδύνατο, δεδιὼς μὴ προσαγγελθείη τοῖς ἔνδον, οὔτʼ ἀνακάμψας ἔτι λαθεῖν. 9.18.7 διόπερ ἀναγκαζόμενος εἰς τοὔμπροσθεν προάγειν, ἧκε πρὸς τὴν πόλιν ἀκμὴν τῶν ἀνθρώπων ἐγρηγορότων. 9.18.8 ὅθεν οὔτε διὰ τῶν κλιμάκων ἠδύνατο βιάζεσθαι διὰ τὴν ἀσυμμετρίαν οὔτε διὰ τῆς πύλης εἰσελθεῖν τῷ μὴ δύνασθαι τοὺς ἔνδον αὐτῷ συνεργεῖν διὰ τὸν καιρόν. 9.18.9 τέλος διερεθίσας τοὺς ἐν τῇ πόλει καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλών, μετʼ αἰσχύνης ἄπρακτος ἐπανῆλθε, πᾶσι καὶ τοῖς ἄλλοις παρηγγελκὼς ἀπιστεῖν αὐτῷ καὶ φυλάττεσθαι.

9.19.1

Καὶ μὴν Νικίας τῶν Ἀθηναίων στρατηγός, δυνάμενος σῴζειν τὸ περὶ τὰς Συρακούσας στράτευμα, καὶ λαβὼν τῆς νυκτὸς τὸν ἁρμόζοντα καιρὸν εἰς τὸ λαθεῖν τοὺς πολεμίους, ἀποχωρήσας εἰς ἀσφαλές, κἄπειτα τῆς σελήνης ἐκλειπούσης δεισιδαιμονήσας, ὥς τι δεινὸν προσημαινούσης, ἐπέσχε τὴν ἀναζυγήν. 9.19.2 καὶ παρὰ τοῦτο συνέβη κατὰ τὴν ἐπιοῦσαν αὐτοῦ νύκτα ποιησαμένου τὴν ἀναζυγήν, προαισθομένων τῶν πολεμίων, καὶ τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας ὑποχειρίους γενέσθαι τοῖς Συρακοσίοις. 9.19.3 καίτοι γε παρὰ τῶν ἐμπείρων ἱστορήσας μόνον περὶ τούτων δυνατὸς ἦν οὐχ οἷον παραλιπεῖν διὰ τὰ τοιαῦτα τοὺς ἰδίους καιρούς, ἀλλὰ καὶ συνεργοῖς χρήσασθαι διὰ τὴν τῶν ὑπεναντίων ἄγνοιαν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.18.2 Polyb. 9.18.9 (English) >>Polyb. 9.19.7

Powered by PhiloLogic