Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.23.8 Polyb. 9.24.7 (English) >>Polyb. 9.25.5

9.24.4 καθʼ ὃν γὰρ καιρὸν Ἀννίβας ἐξ Ἰβηρίας τὴν εἰς Ἰταλίαν πορείαν ἐπενόει στέλλεσθαι μετὰ τῶν δυνάμεων, μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς καὶ τὴν ἑτοιμότητα τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις, ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ καὶ κατὰ τὸ πλῆθος καὶ τὴν ἀγριότητα τῶν μεταξὺ κατοικούντων βαρβάρων, 9.24.5 τότε δοκεῖ καὶ πλεονάκις ἐν τῷ συνεδρίῳ περὶ τούτου τοῦ μέρους ἐμπιπτούσης ἀπορίας εἷς τῶν φίλων Ἀννίβας Μονομάχος ἐπικαλούμενος ἀποφήνασθαι γνώμην διότι μία τις ὁδὸς αὑτῷ προφαίνεται. διʼ ἧς ἐστιν εἰς Ἰταλίαν ἐλθεῖν ἐφικτόν. 9.24.6 τοῦ δʼ Ἀννίβου λέγειν κελεύσαντος, διδάξαι δεῖν ἔφη τὰς δυνάμεις ἀνθρωποφαγεῖν καὶ τούτῳ ποιῆσαι συνήθεις . 9.24.7 Ἀννίβας δὲ πρὸς μὲν τὸ τόλμημα καὶ τὸ πρακτικὸν τῆς ἐπινοίας οὐδὲν ἀντειπεῖν ἐδυνήθη, τοῦ δὲ πράγματος λαβεῖν ἔννοιαν οὔθʼ αὑτὸν οὔτε τοὺς φίλους ἐδύνατο πεῖσαι. 9.24.8 τούτου δὲ τἀνδρὸς εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν εἰς Ἀννίβαν ἀναφερόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων.

9.25.1

Φιλάργυρός γε μὴν δοκεῖ γεγονέναι διαφερόντως καὶ φίλῳ κεχρῆσθαι φιλαργύρῳ Μάγωνι τῷ τὰ κατὰ τὴν Βρεττίαν χειρίζοντι. 9.25.2 ταύτην δὲ τὴν ἱστορίαν ἐγὼ παρέλαβον μὲν καὶ παρʼ αὐτῶν Καρχηδονίων·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.23.8 Polyb. 9.24.7 (English) >>Polyb. 9.25.5

Powered by PhiloLogic