Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.25.2 Polyb. 9.26.3 (English) >>Polyb. 9.26a.1

9.26.1

Πλὴν ὅτι γε καὶ τὴν Ἀννίβου φύσιν οὐ μόνον τῶν φίλων παράθεσις, ἔτι δὲ μᾶλλον τῶν πραγμάτων περίστασις ἐβιάζετο καὶ μετετίθετο πολλάκις, ἔκ τε τῶν προειρημένων καὶ τῶν λέγεσθαι μελλόντων ἐστὶ φανερόν. 9.26.2 ἅμα γὰρ τῷ γενέσθαι τὴν Καπύην τοῖς Ῥωμαίοις ὑποχείριον εὐθέως ἦσαν, ὅπερ εἰκός, αἱ πόλεις μετέωροι, καὶ περιέβλεπον ἀφορμὰς καὶ προφάσεις τῆς πρὸς Ῥωμαίους μεταβολῆς· 9.26.3 ὅτε δὴ καὶ δοκεῖ μάλιστα δυσχρηστηθεὶς Ἀννίβας εἰς ἀπορίαν ἐμπεσεῖν ὑπὲρ τῶν ἐνεστώτων. 9.26.4 οὔτε γὰρ τηρεῖν τὰς πόλεις πάσας πολὺ διεστώσας ἀλλήλων δυνατὸς ἦν, καθίσας εἰς ἕνα τόπον, τῶν πολεμίων καὶ πλείοσι στρατοπέδοις ἀντιπαραγόντων, οὔτε διαιρεῖν εἰς πολλὰ μέρη τὴν αὑτοῦ δύναμιν οἷός τʼ ἦν. 9.26.5 εὐχείρωτος γὰρ ἔμελλε τοῖς ἐχθροῖς ὑπάρξειν καὶ διὰ τὸ λείπεσθαι τῷ πλήθει καὶ διὰ τὸ μὴ δύνασθαι πᾶσιν αὐτὸς συμπαρεῖναι. 9.26.6 διόπερ ἠναγκάζετο τὰς μὲν προδήλως ἐγκαταλείπειν τῶν πόλεων, ἐξ ὧν δὲ τὰς φρουρὰς ἐξάγειν, ἀγωνιῶν μὴ κατὰ τὰς μεταβολὰς τῶν πραγμάτων συγκαταφθείρῃ τοὺς ἰδίους στρατιώτας. 9.26.7 ἐνίας δὲ καὶ παρασπονδῆσʼ ὑπέμεινε, μετανιστὰς εἰς ἄλλας πόλεις καὶ ποιῶν ἀναρπάστους αὐτῶν τοὺς βίους. 9.26.8 ἐξ ὧν προσκόπτοντες οἱ μὲν ἀσέβειαν, οἱ δʼ ὠμότητα κατεγίνωσκον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.25.2 Polyb. 9.26.3 (English) >>Polyb. 9.26a.1

Powered by PhiloLogic