Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.27.3 Polyb. 9.27.11 (English) >>Polyb. 9.28.7

9.27.8 τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης, εἰκότως θεὸς οὗτος τὴν αὐτὴν ἔχει προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις. 9.27.9 κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς πόλις ναοῖς καὶ στοαῖς. καὶ μὴν τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέλειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ τὸ μέγεθος οὐδʼ ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι. 9.27.10

Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.

Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἐνάτῃ. 9.27.11

δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν ἐκχωρεῖν εἰς Ἰταλίαν, ἐφʼ λαμβάνοντας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τὴν Βρεττιανήν, κυρίους ὄντας ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι.

VII. Res Graeciae 9.28.1

Ὅτι μὲν οὖν, ἄνδρες Λακεδαιμόνιοι, τὴν Μακεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐδʼ ἄλλως εἰπεῖν οὐδένα πέπεισμαι τολμῆσαι· σκοπεῖν δʼ οὕτως ἔξεστιν. 9.28.2 ἦν τι σύστημα τῶν ἐπὶ Θρᾴκης Ἑλλήνων, οὓς ἀπῴκισαν Ἀθηναῖοι καὶ Χαλκιδεῖς, ὧν μέγιστον εἶχε πρόσχημα καὶ δύναμιν τῶν Ὀλυνθίων πόλις. 9.28.3 ταύτην ἐξανδραποδισάμενος Φίλιππος καὶ παράδειγμα ποιήσας οὐ μόνον τῶν ἐπὶ Θρᾴκης πόλεων ἐγένετο κύριος, ἀλλὰ καὶ Θετταλοὺς ὑφʼ αὑτὸν ἐποιήσατο διὰ τὸν φόβον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.27.3 Polyb. 9.27.11 (English) >>Polyb. 9.28.7

Powered by PhiloLogic