Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.26a.11 Polyb. 9.27.8 (English) >>Polyb. 9.28.4

9.27.5 ῥεῖ γὰρ αὐτῆς παρὰ μὲν τὴν νότιον πλευρὰν συνώνυμος τῇ πόλει, παρὰ δὲ τὴν ἐπὶ τὰς δύσεις καὶ τὸν λίβα τετραμμένην προσαγορευόμενος Ὕψας. 9.27.6 δʼ ἄκρα τῆς πόλεως ὑπέρκειται κατʼ αὐτὰς τὰς θερινὰς ἀνατολάς, κατὰ μὲν τὴν ἔξωθεν ἐπιφάνειαν ἀπροσίτῳ φάραγγι περιεχομένη, κατὰ δὲ τὴν ἐντὸς μίαν ἔχουσα πρόσοδον ἐκ τῆς πόλεως. 9.27.7 ἐπὶ δὲ τῆς κορυφῆς Ἀθηνᾶς ἱερὸν ἔκτισται καὶ Διὸς Ἀταβυρίου, καθάπερ καὶ παρὰ Ῥοδίοις· 9.27.8 τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης, εἰκότως θεὸς οὗτος τὴν αὐτὴν ἔχει προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις. 9.27.9 κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς πόλις ναοῖς καὶ στοαῖς. καὶ μὴν τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέλειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ τὸ μέγεθος οὐδʼ ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι. 9.27.10

Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.

Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἐνάτῃ. 9.27.11

δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν ἐκχωρεῖν εἰς Ἰταλίαν, ἐφʼ λαμβάνοντας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τὴν Βρεττιανήν, κυρίους ὄντας ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι.

VII. Res Graeciae 9.28.1

Ὅτι μὲν οὖν, ἄνδρες Λακεδαιμόνιοι, τὴν Μακεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐδʼ ἄλλως εἰπεῖν οὐδένα πέπεισμαι τολμῆσαι· σκοπεῖν δʼ οὕτως ἔξεστιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.26a.11 Polyb. 9.27.8 (English) >>Polyb. 9.28.4

Powered by PhiloLogic