Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 9.3.3 | Polyb. 9.3.10 (English) | >>Polyb. 9.4.7 |
9.3.7 καὶ τὸν μὲν πρὸ τοῦ χρόνον ἀντιπαρῆγον μόνον ἀεὶ ταῖς ὑπωρείαις , τότε δὲ καθίσαντες εἰς τὰ πεδία καὶ τὸν ἐπιφανέστατον τόπον τῆς Ἰταλίας ἐπολιόρκουν τὴν ἰσχυροτάτην πόλιν , κύκλῳ προσμαχομένων αὐτοῖς τῶν πολεμίων , πρὸς οὓς οὐδʼ ἐπινοήσαντες οἷοί τʼ ἦσαν ἀντοφθαλμεῖν ·
9.3.8 Καρχηδόνιοί τʼ , ἀδιαλείπτως νικῶντες ταῖς μάχαις , οὐχ ἧττον ἐνίοις καιροῖς ἐδυσχρηστοῦντο τῶν ἡττωμένων .
9.3.9 δοκεῖ δέ μοι παραίτιον τοῦτο γεγονέναι τῆς ἑκατέρων προαιρέσεως , τὸ παρʼ ἀμφοῖν συντεθεωρῆσθαι διότι τὸ παρʼ Ἀννίβου σύνταγμα τῶν ἱππέων αἴτιον ἦν καὶ τοῦ νικᾶν τοὺς Καρχηδονίους καὶ τοῦ λείπεσθαι τοὺς Ῥωμαίους .
9.3.10 διόπερ αἵ τε τῶν ἡττωμένων στρατοπέδων ἀντιπαραγωγαὶ μετὰ τὰς μάχας εὐθέως κατὰ λόγον ἐγίνοντο · διὰ γὰρ τόπων τοιούτων ἀντιπαρῆγον ἐν οἷς οὐδὲν ἔμελλε βλάψειν αὐτοὺς τὸ τῶν ὑπεναντίων ἱππικόν .
9.3.11 τά τε περὶ τὴν Καπύην τότε συμβαίνοντʼ εἰκότως ἑκατέροις ἀπήντα .
9.4.1
ἔμενε δʼ ἐν τῇ παρεμβολῇ τετολμηκότως , σαφῶς εἰδὸς ἀβλαβῆ τὴν ἵππον αὐτοῖς ἐσομένην , ὑφʼ ἧς ἐν ταῖς μάχαις ἡττᾶτο .
9.4.3 οἵ τε Καρχηδόνιοι πάλιν εὐλόγως οὔτε στρατοπεδεύσαντες μετὰ τῆς ἵππου μένειν ἐδύναντο πλείω χρόνον διὰ τὸ τὰ μὲν ἐν τῇ παρακειμένῃ χώρᾳ χορτάσματα πάντα κατεφθαρκέναι τοὺς Ῥωμαίους αὐτοῦ τούτου χάριν , τοῖς δὲ νώτοις οὐκ ἐφικτὸν εἶναι τοσαύτῃ μὲν ἵππῳ , τοσούτοις δʼ ὑποζυγίοις κατανύσαι χόρτον ἢ κριθὰς κομίζοντας ἐκ μακροῦ διαστήματος ·
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 9.3.3 | Polyb. 9.3.10 (English) | >>Polyb. 9.4.7 |