Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 9.29.12 | Polyb. 9.30.7 (English) | >>Polyb. 9.31.5 |
9.30.5 περὶ δὲ τοῦ νῦν ἐνεστῶτος διαβουλίου γράφειν μὲν καὶ χειροτονεῖν ἀναγκαῖόν πώς ἐστιν ὡς περὶ πολέμου βουλευομένοις , τῇ μέντοι γʼ ἀληθείᾳ μὴ νομίζειν τοῦτον εἶναι πόλεμον .
9.30.6 Ἀχαιοὺς μὲν γὰρ οὐχ οἷον διανοησομένους βλάπτειν ὑμῶν τὴν χώραν , μεγάλην δὲ χάριν ἕξειν αὐτοὺς ὑπολαμβάνω τοῖς θεοῖς , ἐὰν δύνωνται τὴν ἰδίαν τηρεῖν , ἐπειδὰν αὐτοῖς ὁ πόλεμος ὑπʼ Ἠλείων καὶ Μεσσηνίων διὰ τὴν πρὸς ἡμᾶς συμμαχίαν , ἅμα δὲ τούτοις ὑφʼ ἡμῶν περισταθῇ .
9.30.7 Φίλιππον δὲ πάντως πέπεισμαι λήξειν τῆς ὁρμῆς κατὰ μὲν γῆν ὑπʼ Αἰτωλῶν πολεμούμενον , κατὰ δὲ θάλατταν ὑπό τε Ῥωμαίων καὶ τοῦ βασιλέως Ἀττάλου .
9.30.8 λίαν δʼ εὐμαρῶς ἔστι συλλογίσασθαι τὸ μέλλον ἐκ τῶν ἤδη γεγονότων .
9.30.9 εἰ γὰρ πρὸς μόνους Αἰτωλοὺς πολεμῶν μηδέποτε δυνατὸς ἦν χειρώσασθαι τούτους , ἦ που συμβεβηκότων ἀξιόχρεως ἂν εἴη πρὸς τὸν ἐνεστῶτα πόλεμον ;
9.31.1
εἰ δὲ καὶ προκατέχεσθε καὶ προδιειλήφατε περὶ τούτων , τίς ἔτι καταλείπεται λόγος ;
9.31.3 εἰ γὰρ συνέθεσθε τὴν νῦν ὑπάρχουσαν ὑμῖν πρὸς ἡμᾶς συμμαχίαν πρότερον τῶν ὑπʼ Ἀντιγόνου γεγονότων εἰς ὑμᾶς εὐεργετημάτων , ἴσως ἦν εἰκὸς διαπορεῖν , εἰ δέον ἐστί , τοῖς ἐπιγεγονόσιν εἴκοντας παριδεῖν τι τῶν πρότερον ὑπαρχόντων .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 9.29.12 | Polyb. 9.30.7 (English) | >>Polyb. 9.31.5 |