Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.31.2 Polyb. 9.32.2 (English) >>Polyb. 9.32.8

9.31.6 λοιπὸν διʼ Αἰτωλῶν ἀδίκημά τι δεῖ μετὰ ταῦτα γεγονὸς εἰς ὑμᾶς δεικνύειν διὰ Μακεδόνων εὐεργεσίαν μηδετέρου τούτων ἐπιγεγονότος, πῶς, οἷς πρότερον ἐξ ἀκεραίου βουλευόμενοι δικαίως οὐ προσέσχετε, τούτων νῦν ἐντραπέντες ἀνασκευάζειν μέλλετε συνθήκας, ὅρκους, τὰς μεγίστας πίστεις παρʼ ἀνθρώποις; 9.31.7

μὲν οὖν Χλαινέας τοιαῦτα διαλεχθεὶς καὶ δόξας δυσαντιρρήτως εἰρηκέναι κατέπαυσε τὸν λόγον.

9.32.1

μετὰ δὲ ταῦτα Λυκίσκος τῶν Ἀκαρνάνων πρεσβευτὴς εἰσελθὼν τὸ μὲν πρῶτον ἐπέσχε, θεωρῶν τοὺς πολλοὺς ἐν αὑτοῖς διαλαλοῦντας ὑπὲρ τῶν προειρημένων, 9.32.2 ἐπεὶ δέ ποτε καθησύχασαν, οὕτως πως ἤρξατο τοῦ λέγειν 9.32.3 Ἡμεῖς, ἄνδρες Λακεδαιμόνιοι, παρεγενόμεθα μὲν ὑπὸ τοῦ κοινοῦ τῶν Ἀκαρνάνων ἀπεσταλμένοι πρὸς ὑμᾶς, μετέχοντες δὲ σχεδὸν ἀεί ποτε Μακεδόσι τῶν αὐτῶν ἐλπίδων καὶ τὴν πρεσβείαν ταύτην κοινὴν ὑπολαμβάνομεν ἡμῖν ὑπάρχειν καὶ Μακεδόσιν. 9.32.4 ὥσπερ δὲ καὶ κατὰ τοὺς κινδύνους διὰ τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς Μακεδόνων δυνάμεως ἐμπεριέχεσθαι συμβαίνει τὴν ἡμετέραν ἀσφάλειαν ἐν ταῖς ἐκείνων ἀρεταῖς, οὕτως καὶ κατὰ τοὺς πρεσβευτικοὺς ἀγῶνας ἐμπεριέχεται τὸ τῶν Ἀκαρνάνων συμφέρον ἐν τοῖς Μακεδόνων δικαίοις. 9.32.5 διόπερ οὐ δεῖ θαυμάζειν ὑμᾶς, ἐὰν τὸν πλείω λόγον ὑπὲρ Φιλίππου ποιώμεθα καὶ Μακεδόνων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.31.2 Polyb. 9.32.2 (English) >>Polyb. 9.32.8

Powered by PhiloLogic