9.32.5 διόπερ οὐ δεῖ θαυμάζειν ὑμᾶς, ἐὰν τὸν πλείω λόγον ὑπὲρ Φιλίππου ποιώμεθα καὶ Μακεδόνων.
9.32.6 Χλαινέας τοιγαροῦν, καταστρέφων τὴν δημηγορίαν, ἀπότομόν τινα συγκεφαλαίωσιν ἐποιήσατο τῶν ὑπαρχόντων πρὸς ὑμᾶς δικαίων.
9.32.7 ἔφη γάρ, εἰ μὲν ἐπιγέγονέ τι μετὰ τὸ θέσθαι τὴν συμμαχίαν ὑμᾶς τὴν πρὸς τούτους ἤτοι βλαβερὸν καὶ δυσχερὲς ὑπʼ Αἰτωλῶν ἢ καὶ νὴ Δία φιλάνθρωπον ὑπὸ Μακεδόνων, εἰκότως ἂν καὶ τὸ νῦν διαβούλιον ἐξ ἀκεραίου σκέψεως τυγχάνειν·
9.32.8 εἰ δὲ μηδενὸς ἐπιγεγονότος τοιούτου τὰ κατʼ Ἀντίγονον προφερόμενοι τὰ πρότερον ὑφʼ ὑμῶν δεδοκιμασμένα πεπείσμεθα νῦν ἡμεῖς ἀνασκευάσειν ὅρκους καὶ συνθήκας, εὐηθεστάτους πάντων ἡμᾶς ὑπάρχειν.
9.32.9 ἐγὼ δʼ, εἰ μὲν μηδὲν ἐπιγέγονε κατὰ τὸν τούτου λόγον, μένει δὲ τὰ πράγματα τοιαῦτα τοῖς Ἕλλησιν οἷα πρότερον ἦν, ὅτε πρὸς αὐτοὺς Αἰτωλοὺς ἐποιεῖσθε τὴν συμμαχίαν, ὁμολογῶ πάντων εὐηθέστατος ὑπάρχειν καὶ ματαίους μέλλειν διατίθεσθαι λόγους·
9.32.10 εἰ δὲ τὴν ἐναντίαν ἔσχηκε διάθεσιν, ὡς ἐγὼ σαφῶς δείξω προϊόντος τοῦ λόγου, καὶ λίαν ἐμὲ μὲν οἴομαι φανήσεσθαί τι λέγειν ὑμῖν τῶν συμφερόντων, Χλαινέαν δʼ ἀγνοεῖν.
9.32.11 παραγινόμεθα μὲν οὖν ὑπὲρ αὐτοῦ τούτου πεπεισμένοι δεῖν ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ὑπὲρ τοῦ δεῖξαι διότι καὶ πρέπον ὑμῖν ἐστι καὶ συμφέρον, εἰ μὲν δυνατόν, ἀκούσαντας τῆς ἐπιφερομένης τοῖς Ἕλλησι περιστάσεως καλόν τι βουλεύσασθαι καὶ πρέπον ἑαυτοῖς, μετασχόντας ἡμῖν τῶν ἐλπίδων·