Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.33.5 Polyb. 9.33.11 (English) >>Polyb. 9.34.7

9.33.9 οὐ κατά γε τὴν αὑτοῦ προαίρεσιν, ὡς ὑμεῖς ἴστε, καλούμενος δὲ καὶ πολλάκις ὀνομαζόμενος ὑπὸ τῶν ἐν Πελοποννήσῳ φίλων καὶ συμμάχων μόλις αὑτὸν ἐπέδωκε. 9.33.10 καὶ παραγενόμενος πῶς τοῖς πράγμασιν ἐχρήσατο, Χλαινέα, σκόπει. δυνάμενος γὰρ συγχρήσασθαι ταῖς τῶν ἀστυγειτόνων ὁρμαῖς πρός τε τὴν τῆς χώρας τῆς τούτων καταφθορὰν καὶ τὴν τῆς πόλεως ταπείνωσιν, καὶ τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης χάριτος, 9.33.11 ἐπὶ μὲν τὴν τοιαύτην αἵρεσιν οὐδαμῶς αὑτὸν ἐνέδωκε, καταπληξάμενος δὲ κἀκείνους καὶ τούτους ἐπὶ τῷ κοινῇ συμφέροντι διὰ λόγου τὴν ἐξαγωγὴν ἀμφοτέρους ἠνάγκασε ποιήσασθαι περὶ τῶν ἀμφισβητουμένων, 9.33.12 οὐχ αὑτὸν ἀποδείξας κριτὴν ὑπὲρ τῶν ἀντιλεγομένων, ἀλλὰ κοινὸν ἐκ πάντων τῶν Ἑλλήνων καθίσας κριτήριον. ἄξιόν γε τὸ γεγονὸς ὀνείδους καὶ προφορᾶς.

9.34.1

Πάλιν Ἀλεξάνδρῳ διότι μὲν ἀδικεῖσθαι δόξας τὴν Θηβαίων πόλιν ἐκόλασε, τοῦτο πικρῶς ὠνείδισας, 9.34.2 ὅτι δὲ τιμωρίαν ἔλαβε παρὰ τῶν Περσῶν ὑπὲρ τῆς εἰς ἅπαντας τοὺς Ἕλληνας ὕβρεως, οὐκ ἐποιήσω μνήμην, 9.34.3 οὐδὲ διότι μεγάλων κακῶν κοινῇ πάντας ἡμᾶς ἔλυσε, καταδουλωσάμενος τοὺς βαρβάρους καὶ παρελόμενος αὐτῶν τὰς χορηγίας, αἷς ἐκεῖνοι χρώμενοι κατέφθειραν τοὺς Ἕλληνας, ποτὲ μὲν Ἀθηναίους καὶ τοὺς τούτων προγόνους ἀγωνοθετοῦντες καὶ συμβάλλοντες, ποτὲ δὲ Θηβαίους, καὶ τέλος ὑπήκοον ἐποίησε τὴν Ἀσίαν τοῖς Ἕλλησι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.33.5 Polyb. 9.33.11 (English) >>Polyb. 9.34.7

Powered by PhiloLogic