Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.32.9 Polyb. 9.33.4 (English) >>Polyb. 9.33.10

9.33.1

μή, τούτων τὴν ἡσυχίαν ἔχειν κατὰ τὸ παρόν. ἐπεὶ δʼ ἀνέκαθεν οὗτοι κατηγορεῖν ἐτόλμησαν τῆς Μακεδόνων οἰκίας, ἀναγκαῖον εἶναί μοι δοκεῖ πρότερον ὑπὲρ τούτων βραχέα διαλεχθέντʼ ἀφελέσθαι τὴν ἄγνοιαν τῶν πεπιστευκότων τοῖς εἰρημένοις. 9.33.2

Ἔφη τοιγαροῦν Χλαινέας Φίλιππον τὸν Ἀμύντου διὰ τῆς Ὀλυνθίων ἀτυχίας κύριον γενέσθαι Θετταλίας. 9.33.3 ἐγὼ δὲ διὰ Φίλιππον οὐ μόνον Θετταλούς, ἀλλὰ καὶ τοὺς λοιποὺς Ἕλληνας ὑπολαμβάνω σεσῶσθαι. 9.33.4 καθʼ οὓς γὰρ καιροὺς Ὀνόμαρχος καὶ Φιλόμηλος καταλαβόμενοι Δελφοὺς ἀσεβῶς καὶ παρανόμως ἐγένοντο κύριοι τῶν τοῦ θεοῦ χρημάτων, τότε τίς ὑμῶν οὐκ οἶδε διότι τηλικαύτην συνεστήσαντο δύναμιν, πρὸς ἣν οὐδεὶς ἔτι τῶν Ἑλλήνων ἀντοφθαλμεῖν δυνατὸς ἦν; 9.33.5 ἀλλʼ ἐκινδύνευον ἅμα ταῖς εἰς τὸ θεῖον ἀσεβείαις καὶ τῆς Ἑλλάδος γενέσθαι κύριοι πάσης. 9.33.6 ἐν οἷς καιροῖς Φίλιππος ἐθελοντὴν αὑτὸν ἐπιδοὺς ἐπανείλετο μὲν τοὺς τυράννους, ἠσφαλίσατο δὲ τὰ κατὰ τὸ ἱερόν, αἴτιος δʼ ἐγένετο τοῖς Ἕλλησι τῆς ἐλευθερίας, ὡς αὐτὰ τὰ πράγματα μεμαρτύρηκε καὶ τοῖς ἐπιγενομένοις. 9.33.7 οὐ γὰρ ὡς ἠδικηκότα Φίλιππον Θετταλούς, καθάπερ οὗτος ἐτόλμα λέγειν, ἀλλʼ ὡς εὐεργέτην ὄντα τῆς Ἑλλάδος, καὶ κατὰ γῆν αὐτὸν ἡγεμόνα καὶ κατὰ θάλατταν εἵλοντο πάντες· οὗ πρότερον ἀνθρώπων οὐδεὶς ἔτυχε.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.32.9 Polyb. 9.33.4 (English) >>Polyb. 9.33.10

Powered by PhiloLogic