Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.36.5 Polyb. 9.36.12 (English) >>Polyb. 9.37.8

9.36.9 καὶ πότερα δεινότερον ἂν ποιήσαιτε, τὰ κατʼ ἰδίαν πρὸς Αἰτωλοὺς ὑμῖν συγκείμενα δίκαια παριδόντες τὰ πάντων τῶν Ἑλλήνων ἐναντίον ἐν στήλῃ γεγονότα καὶ καθιερωμένα; 9.36.10 πῶς δὲ τούτους ἀθετεῖν εὐλαβεῖσθε, παρʼ ὧν οὐδεμίαν προειλήφατε χάριν, Φίλιππον δὲ καὶ Μακεδόνας οὐκ ἐντρέπεσθε, διʼ οὓς ἔχετε καὶ τοῦ νῦν βουλεύεσθαι τὴν ἐξουσίαν; 9.36.11 τὸ μὲν τοῖς φίλοις τὰ δίκαια ποιεῖν ἀναγκαῖον ἡγεῖσθε; 9.36.12 καὶ μὴν οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν· νῦν Αἰτωλοὶ πάρεισιν ὑμᾶς ἀξιοῦντες.

9.37.1

Οὐ μὴν ἀλλʼ εἰρήσθω μέν μοι ταῦτα, κρινέσθω δὲ παρὰ τοῖς φιλοτιμότερον διακειμένοις ἐκτὸς εἶναι τῶν ἐνεστώτων. ἐπὶ δὲ τὸ συνέχον, ὡς οὗτοί φασιν, ἐπάνιμεν. 9.37.2 τοῦτο δʼ ἦν, εἰ μὲν ὡμοίωται τὰ πράγματα νῦν καὶ καθʼ οὓς καιροὺς ἐποιεῖσθε τὴν πρὸς τούτους συμμαχίαν, διότι δεῖ μένειν καὶ τὴν ὑμετέραν αἵρεσιν ἐπὶ τῶν ὑποκειμένων· ταῦτα γὰρ ἐν ἀρχαῖς εἶναι· 9.37.3 εἰ δʼ ὁλοσχερῶς ἠλλοίωται, διότι δίκαιόν ἐστι καὶ νῦν ὑμᾶς ἐξ ἀκεραίου βουλεύεσθαι περὶ τῶν παρακελευομένων. 9.37.4 ἐρωτῶ τοιγαροῦν ὑμᾶς, Κλεόνικε καὶ Χλαινέα, τίνας ἔχοντες συμμάχους τότε παρεκαλεῖτε τούτους εἰς τὴν κοινοπραγίαν; ἆρʼ οὐ πάντας Ἕλληνας;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.36.5 Polyb. 9.36.12 (English) >>Polyb. 9.37.8

Powered by PhiloLogic