Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.35.3 Polyb. 9.36.3 (English) >>Polyb. 9.36.11

9.35.8 σαφῶς εἰδότες ὅτι τὰς ἀδικίας καὶ ζημίας ἅπαντες ἀεὶ τοῖς ἄρχουσι χειρῶν ἀδίκων ἐπιφέρουσι.

9.36.1

Περὶ δὲ τῶν κατʼ Ἀντίγονον ἕως τούτου βούλομαι ποιήσασθαι τὴν μνήμην, ἕως τοῦ μὴ δόξαι καταφρονεῖν τῶν γεγονότων μηδʼ ἐν παρέργῳ τίθεσθαι τὴν τηλικαύτην πρᾶξιν. 9.36.2 ἔγωγʼ εὐεργεσίαν μείζω τῆς ὑπʼ Ἀντιγόνου γεγενημένης εἰς ὑμᾶς οὐδʼ ἱστορεῖσθαι νομίζω· δοκεῖ γὰρ ἔμοιγε μηδʼ ὑπερβολὴν ἐπιδέχεσθαι τὸ γεγονός. 9.36.3 γνοίη δʼ ἄν τις ἐκ τούτων. ἐπολέμησε πρὸς ὑμᾶς Ἀντίγονος, καὶ μετὰ ταῦτα παραταξάμενος ἐνίκησε· διὰ τῶν ὅπλων ἐγένετο κύριος τῆς χώρας ἅμα καὶ τῆς πόλεως. 9.36.4 ὤφειλε ποιεῖν τὰ τοῦ πολέμου· τοσοῦτον ἀπέσχε τοῦ πρᾶξαί τι καθʼ ὑμῶν δεινόν, ὡς πρὸς τοῖς ἄλλοις ἐκβαλὼν τὸν τύραννον καὶ τοὺς νόμους καὶ τὸ πάτριον ὑμῖν ἀποκατέστησε πολίτευμα. 9.36.5 ἀνθʼ ὧν ὑμεῖς ἐν ταῖς κοιναῖς πανηγύρεσι μάρτυρας ποιησάμενοι τοὺς Ἕλληνας εὐεργέτην ἑαυτῶν καὶ σωτῆρα τὸν Ἀντίγονον ἀνεκηρύξατε. 9.36.6 τί οὖν ἐχρῆν ποιεῖν ὑμᾶς; ἐρῶ γὰρ τὸ φαινόμενον, ἄνδρες. ὑμεῖς δʼ ἀνέξεσθε· ποιήσω γὰρ τοῦτο νῦν οὐκ ἀπροσλόγως ὀνειδίσαι βουλόμενος ὑμῖν, ἀλλʼ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως ἀναγκαζόμενος ἐπὶ τῷ κοινῇ συμφέροντι. 9.36.7 τί δὴ μέλλω λέγειν; ὅτι καὶ κατὰ τὸν προγεγονότα πόλεμον οὐκ Αἰτωλοῖς, ἀλλὰ Μακεδόσιν ἔδει συμμαχεῖν ὑμᾶς, καὶ νῦν παρακαλουμένους Φιλίππῳ μᾶλλον τούτοις ἑαυτοὺς προσνέμειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.35.3 Polyb. 9.36.3 (English) >>Polyb. 9.36.11

Powered by PhiloLogic