Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.36.6 Polyb. 9.37.2 (English) >>Polyb. 9.37.10

9.36.11 τὸ μὲν τοῖς φίλοις τὰ δίκαια ποιεῖν ἀναγκαῖον ἡγεῖσθε; 9.36.12 καὶ μὴν οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν· νῦν Αἰτωλοὶ πάρεισιν ὑμᾶς ἀξιοῦντες.

9.37.1

Οὐ μὴν ἀλλʼ εἰρήσθω μέν μοι ταῦτα, κρινέσθω δὲ παρὰ τοῖς φιλοτιμότερον διακειμένοις ἐκτὸς εἶναι τῶν ἐνεστώτων. ἐπὶ δὲ τὸ συνέχον, ὡς οὗτοί φασιν, ἐπάνιμεν. 9.37.2 τοῦτο δʼ ἦν, εἰ μὲν ὡμοίωται τὰ πράγματα νῦν καὶ καθʼ οὓς καιροὺς ἐποιεῖσθε τὴν πρὸς τούτους συμμαχίαν, διότι δεῖ μένειν καὶ τὴν ὑμετέραν αἵρεσιν ἐπὶ τῶν ὑποκειμένων· ταῦτα γὰρ ἐν ἀρχαῖς εἶναι· 9.37.3 εἰ δʼ ὁλοσχερῶς ἠλλοίωται, διότι δίκαιόν ἐστι καὶ νῦν ὑμᾶς ἐξ ἀκεραίου βουλεύεσθαι περὶ τῶν παρακελευομένων. 9.37.4 ἐρωτῶ τοιγαροῦν ὑμᾶς, Κλεόνικε καὶ Χλαινέα, τίνας ἔχοντες συμμάχους τότε παρεκαλεῖτε τούτους εἰς τὴν κοινοπραγίαν; ἆρʼ οὐ πάντας Ἕλληνας; 9.37.5 τίσι δὲ νῦν κοινωνεῖτε τῶν ἐλπίδων, πρὸς ποίαν παρακαλεῖτε τούτους συμμαχίαν; 9.37.6 ἆρʼ οὐ πρὸς τὴν τῶν βαρβάρων; ὅμοιά γε δοκεῖ τὰ πράγμαθʼ ὑμῖν ὑπάρχειν νῦν καὶ πρότερον, ἀλλʼ οὐ τἀναντία· 9.37.7 τότε μὲν γὰρ ὑπὲρ ἡγεμονίας καὶ δόξης ἐφιλοτιμεῖσθε πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ὁμοφύλους καὶ τὸν τούτων ἡγεμόνα Φίλιππον· νῦν δὲ περὶ δουλείας ἐνίσταται πόλεμος τοῖς Ἕλλησι πρὸς ἀλλοφύλους ἀνθρώπους,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.36.6 Polyb. 9.37.2 (English) >>Polyb. 9.37.10

Powered by PhiloLogic