Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.3.11 Polyb. 9.4.8 (English) >>Polyb. 9.5.8

9.4.5 ἔτι δὲ πρὸς τούτοις ἠγωνίων καὶ τοὺς ἐπικαθισταμένους ὑπάτους μὴ παραγενηθέντες ἐπιστρατοπεδεύσαιεν καὶ πολλὴν ἀπορίαν σφίσι παραστήσαιεν, ἀφελόμενοι τὴν τῶν χορηγιῶν ἐπάρκειαν. 9.4.6 ἐξ ὧν συλλογιζόμενος Ἀννίβας ἀδύνατον ὑπάρχον τὸ διὰ τῆς ἐκ χειρὸς βίας λῦσαι τὴν πολιορκίαν, ἐπʼ ἄλλης ἐγένετο γνώμης. 9.4.7 ὑπέλαβε γάρ, εἰ λαθραίαν ποιησάμενος τὴν πορείαν αἰφνιδίως ἐπιφανείη τοῖς κατὰ τὴν Ῥώμην τόποις, ἴσως μὲν ἂν καὶ περὶ τὴν πόλιν ἀνύσασθαί τι τῶν χρησίμων, ἐκπλήξας τῷ παραδόξῳ τοὺς ἐνοικοῦντας· 9.4.8 εἰ δὲ μὴ τοῦτο, τούς γε περὶ τὸν Ἄππιον ἀναγκάσειν λύειν τὴν πολιορκίαν, σπεύδοντας τῇ πατρίδι βοηθεῖν, διαιροῦντας τὴν δύναμιν εὐκαταγωνίστους ὑπάρξειν καὶ τοὺς βοηθοῦντας καὶ τοὺς ἀπολειπομένους αὐτῶν.

9.5.1

διανοηθεὶς ἐξέπεμψε γραμματοφόρον εἰς τὴν Καπύην, πείσας τινὰ τῶν Λιβύων αὐτομολῆσαι πρὸς τοὺς Ῥωμαίους, κἀκεῖθεν εἰς τὴν πόλιν, προνοηθεὶς τῆς τῶν γραμμάτων ἀσφαλείας· 9.5.2 πάνυ γὰρ ἠγωνία μὴ θεωρήσαντες αὐτὸν ἀπαλλαττόμενον οἱ Καπυανοί, κἄπειτα διατραπέντες ὡς ἀπηλπισμένοι, παραδῶσι τοῖς Ῥωμαίοις ἑαυτούς. 9.5.3 διὸ γράψας ὑπὲρ τῆς ἐπιβολῆς τῆς κατὰ τὴν ἀναζυγὴν ἀπέστειλε τὸν Λίβυν, ἵνα συνέντες τὴν πρόθεσιν αὐτοῦ καὶ τὸν χωρισμὸν εὐθαρσῶς ὑπομένοιεν τὴν πολιορκίαν. 9.5.4 τοῖς δʼ ἐν Ῥώμῃ προσπεπτωκότων τῶν περὶ τὴν Καπύην, διότι παρεστρατοπεδευκὼς Ἀννίβας πολιορκεῖ τὰς δυνάμεις αὐτῶν, ὀρθοὶ ταῖς διανοίαις καὶ περίφοβοι πάντες ἦσαν, ὡς καὶ πρὸς τὰ ὅλα διατεινούσης τῆς ἐνεστηκυίας κρίσεως·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.3.11 Polyb. 9.4.8 (English) >>Polyb. 9.5.8

Powered by PhiloLogic