Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.40.5 Polyb. 9.41.8 (English) >>Polyb. 9.42.2

9.41.4 διὰ μὲν οὖν τοῦ κάτω μέρους τῶν πύργων οἵ τε προσχωννύντες τὰς ἀνωμαλίας τῶν τόπων ἐπὶ τῇ τῶν ἐσχαρίων ἐφόδῳ τὴν γῆν ἐπέβαλλον τε κριὸς ἐξωθεῖτο. 9.41.5 τὸ δὲ δεύτερον ὑδρίας καὶ τὰς πρὸς τοὺς ἐμπυρισμοὺς εἶχε παρασκευὰς καὶ τὰ καταπελτικὰ σὺν τούτοις. 9.41.6 ἐπὶ δὲ τοῦ τρίτου πλῆθος ἀνδρῶν ἐφειστήκει τῶν ἀπομαχομένων πρὸς τοὺς κακοποιεῖν ἐπιβαλλομένους τὸν κριόν. οὗτοι δʼ ἦσαν ἰσοϋψεῖς τοῖς τῆς πόλεως πύργοις. 9.41.7 ἐκ δὲ τῆς μεταξὺ τῶν πύργων στοᾶς ὀρύγματα διπλᾶ προσήγετο πρὸς τὸ μεσοπύργιον. 9.41.8 καὶ τρεῖς ἦσαν βελοστάσεις λιθοβόλοις, ὧν μὲν εἷς ταλαντιαίους, οἱ δὲ δύο τριακονταμναίους ἐξέβαλλον λίθους. 9.41.9 ἀπὸ δὲ τῆς παρεμβολῆς ὡς πρὸς τὰς χελώνας τὰς χωστρίδας ἐπεποίηντο σύριγγες κατάστεγοι χάριν τοῦ μήτε τοὺς προσιόντας ἐκ τῆς στρατοπεδείας μήτε τοὺς ἀπιόντας ἀπὸ τῶν ἔργων βλάπτεσθαι μηδὲν ὑπὸ τῶν ἐκ τῆς πόλεως βελῶν. 9.41.10 ἐν ὀλίγαις δὲ τελέως ἡμέραις συνέβη καὶ τὴν τῶν ἔργων ἐπιτελεσθῆναι συντέλειαν διὰ τὸ τὴν χώραν ἀφθόνους ἔχειν τὰς εἰς τοῦτο τὸ μέρος χορηγίας. 9.41.11 οἱ γὰρ Ἐχιναιεῖς κεῖνται μὲν ἐν τῷ Μηλιεῖ κόλπῳ, τετραμμένοι πρὸς μεσημβρίαν, καταντίπεραν τῆς τῶν Θρονιέων χώρας, καρποῦνται δὲ γῆν πάμφορον. διʼ ἣν αἰτίαν οὐδὲν ἐνέλειπε τὸν Φίλιππον τῶν πρὸς τὰς ἐπιβολάς.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.40.5 Polyb. 9.41.8 (English) >>Polyb. 9.42.2

Powered by PhiloLogic