9.42.1
Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγὸς καὶ Δωρίμαχος ὁ τῶν Αἰτωλῶν, τοῦ Φιλίππου πολιορκοῦντος τὴν Ἐχιναιῶν πόλιν, καὶ τὰ πρὸς τὸ τεῖχος καλῶς ἀσφαλισαμένου καὶ τὰ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ στρατοπέδου τάφρῳ καὶ τείχει ὀχυρωσαμένου, παραγενόμενοι αὐτοί,
9.42.2 ὁ μὲν Πόπλιος στόλῳ, ὁ δὲ Δωρίμαχος πεζικῇ καὶ ἱππικῇ δυνάμει, καὶ προσβαλόντες τῷ χάρακι καὶ ἀποκρουσθέντες, τοῦ Φιλίππου μᾶλλον ἰσχυρῶς ἀγωνισαμένου,
9.42.3 ἀπελπίσαντες οἱ Ἐχιναιεῖς παρέδοσαν ἑαυτοὺς τῷ Φιλίππῳ.
9.42.4 οὐ γὰρ οἷοί τε ἦσαν οἱ περὶ τὸν Δωρίμαχον τῇ τῶν δαπανημάτων ἐνδείᾳ ἀναγκάζειν τὸν Φίλιππον, ἐκ θαλάττης ταῦτα ποριζόμενον.
Ὅτι τῆς Αἰγίνης ὑπὸ Ῥωμαίων ἁλούσης,
9.42.5 οἱ Αἰγινῆται συναθροισθέντες ἐπὶ τὰς ναῦς, ὅσοι μὴ διεκλάπησαν, ἐδέοντο τοῦ στρατηγοῦ συγχωρῆσαι σφίσι πρεσβευτὰς ἐκπέμψαι πρὸς τὰς συγγενεῖς πόλεις περὶ λύτρων·
9.42.6 ὁ δὲ Πόπλιος τὸ μὲν πρῶτον πικρῶς ἀντέφη, φάσκων, ὅτʼ ἦσαν αὑτῶν κύριοι, τότε δεῖν διαπρεσβεύεσθαι πρὸς τοὺς κρείττους περὶ σωτηρίας, μὴ νῦν δούλους γεγονότας·
9.42.7 τὸ δὲ μικρῷ πρότερον αὐτοὺς μηδὲ λόγου καταξιώσαντας τοὺς παρʼ αὐτοῦ πρεσβευτάς, νῦν ὑποχειρίους γεγονότας ἀξιοῦν πρεσβεύειν πρὸς τοὺς συγγενεῖς, πῶς οὐκ εὔηθες εἶναι;
9.42.8 καὶ τότε μὲν ἀπέπεμψε τοὺς ἐντυγχάνοντας ταῦτʼ εἰπών· τῇ δʼ ἐπαύριον συγκαλέσας ἅπαντας τοὺς αἰχμαλώτους, Αἰγινήταις μὲν οὐδὲν ὀφείλειν ἔφη ποιεῖν φιλάνθρωπον, τῶν δὲ λοιπῶν Ἑλλήνων ἕνεκα συγχωρεῖν ἔφη πρεσβεύειν περὶ τῶν λύτρων, ἐπεὶ τοῦτο παρʼ αὐτοῖς ἔθος ἐστίν.