Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.42.7 Polyb. 9.43.6 (English) >>Polyb. 9.45.3

9.43.3 διὸ καὶ συμβαίνει τὴν ὑπεναντίαν φύσιν ἔχειν τοῦτον τοῖς πλείστοις τῶν ποταμῶν. τοῖς μὲν γὰρ ἄλλοις αὔξεται τὸ ῥεῦμα, καθὼς ἂν πλείους διαφέρωνται τόπους, καὶ μέγιστοι μέν εἰσι κατὰ χειμῶνα, ταπεινότατοι δὲ κατὰ τὴν ἀκμὴν τοῦ θέρους· 9.43.4 οὗτος δὲ καὶ πλεῖστος γίνεται τῷ ῥεύματι κατὰ κυνὸς ἐπιτολὴν καὶ μέγιστος ἐν τοῖς κατὰ Συρίαν τόποις, αἰεὶ δὲ προϊὼν ἐλάττων. 9.43.5 αἴτιον δὲ τούτων ὅτι συμβαίνει τὴν μὲν αὔξησιν οὐκ ἐκ τῆς συρρύσεως τῶν χειμερινῶν ὄμβρων, ἀλλʼ ἐκ τῆς ἀνατήξεως τῶν χιόνων γίνεσθαι, τὴν δὲ μείωσιν διὰ τὰς ἐκτροπὰς τὰς ἐπὶ τὴν χώραν καὶ τὸν μερισμὸν αὐτοῦ τὸν ἐπὶ τὰς ἀρδεύσεις. 9.43.6 καὶ τότε βραδεῖαν συνέβαινε γίνεσθαι τὴν κομιδὴν τῶν δυνάμεων, ἅτε καταγόμων μὲν ὄντων τῶν πλοίων, ταπεινοτάτου δὲ τοῦ ποταμοῦ καὶ τελέως βραχύ τι συνεργούσης τῆς τοῦ ῥεύματος βίας πρὸς τὸν πλοῦν.

IX. Fragmenta Incertae Sedis 9.44.1

Ὅτι τοὺς μὴ μετʼ εὐνοίας καὶ προθυμίας ἐμβαίνοντας οὐδʼ ἐπʼ αὐτῶν εἰκός ἐστι τῶν ἔργων ἀληθεῖς εἶναι συμμάχους. 9.44.2

Καὶ ἔστιν ἀληθὲς τὸ πολλάκις ὑφʼ ἡμῶν εἰρημένον ὡς οὐχ οἷόν τε περιλαβεῖν οὐδὲ συνθεάσασθαι τῇ ψυχῇ τὸ κάλλιστον θέαμα τῶν γεγονότων, λέγω δὲ τὴν τῶν ὅλων οἰκονομίαν, ἐκ τῶν τὰς κατὰ μέρος πράξεις γραφόντων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.42.7 Polyb. 9.43.6 (English) >>Polyb. 9.45.3

Powered by PhiloLogic