Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.5.7 Polyb. 9.6.3 (English) >>Polyb. 9.7.1

9.6.1

Οὗ γενομένου καὶ προσπεσόντος εἰς τὴν Ῥώμην, εἰς ὁλοσχερῆ συνέβη ταραχὴν καὶ φόβον ἐμπεσεῖν τοὺς κατὰ τὴν πόλιν, 9.6.2 ἅτε τοῦ πράγματος αἰφνιδίου μὲν ὄντος καὶ τελέως ἀνελπίστου διὰ τὸ μηδέποτε τὸν Ἀννίβαν ἐπὶ τοσοῦτον ἀπηρκέναι τῆς πόλεως, ὑποτρεχούσης δέ τινος ἅμα καὶ τοιαύτης ἐννοίας ὡς οὐχ οἷόν τε τοὺς ἐναντίους ἐπὶ τοσοῦτον ἐγγίσαι καὶ καταθαρρῆσαι μὴ οὐ τῶν περὶ Καπύην στρατοπέδων ἀπολωλότων. 9.6.3 διόπερ οἱ μὲν ἄνδρες τὰ τείχη προκατελάμβανον καὶ τοὺς πρὸ τῆς πόλεως εὐκαίρους τόπους, αἱ δὲ γυναῖκες περιπορευόμεναι τοὺς ναοὺς ἱκέτευον τοὺς θεούς, πλύνουσαι ταῖς κόμαις τὰ τῶν ἱερῶν ἐδάφη· 9.6.4 τοῦτο γὰρ αὐταῖς ἔθος ἐστὶ ποιεῖν, ὅταν τις ὁλοσχερὴς τὴν πατρίδα καταλαμβάνῃ κίνδυνος. 9.6.5 ἄρτι δὲ τῶν περὶ τὸν Ἀννίβαν κατεστρατοπεδευκότων καὶ διανοουμένων τῇ μετὰ ταῦθʼ ἡμέρᾳ καταπειράζειν αὐτῆς τῆς πόλεως, γίνεται παράδοξόν τι καὶ τυχικὸν σύμπτωμα πρὸς σωτηρίαν τοῖς Ῥωμαίοις. 9.6.6 οἱ γὰρ περὶ τὸν Γνάιον καὶ Πόπλιον τοῦ μὲν ἑνὸς στρατοπέδου πρότερον πεποιημένοι τὴν καταγραφὴν ἐνόρκους εἶχον τοὺς στρατιώτας εἰς ἐκείνην τὴν ἡμέραν ἥξειν ἐν τοῖς ὅπλοις εἰς τὴν Ῥώμην, τοῦ δʼ ἑτέρου τότε τὰς καταγραφὰς ἐποιοῦντο καὶ δοκιμασίας. 9.6.7 ἐξ οὗ συνέβη πλῆθος ἀνδρῶν αὐτομάτως ἁθροισθῆναι πρὸς τὸν δέοντα καιρὸν εἰς τὴν Ῥώμην. οὓς ἐξαγαγόντες εὐθαρσῶς οἱ στρατηγοὶ καὶ παρεμβαλόντες πρὸ τῆς πόλεως ἐπέσχον τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀννίβαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.5.7 Polyb. 9.6.3 (English) >>Polyb. 9.7.1

Powered by PhiloLogic