Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.6.3 Polyb. 9.6.9 (English) >>Polyb. 9.7.6

9.6.7 ἐξ οὗ συνέβη πλῆθος ἀνδρῶν αὐτομάτως ἁθροισθῆναι πρὸς τὸν δέοντα καιρὸν εἰς τὴν Ῥώμην. οὓς ἐξαγαγόντες εὐθαρσῶς οἱ στρατηγοὶ καὶ παρεμβαλόντες πρὸ τῆς πόλεως ἐπέσχον τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀννίβαν. 9.6.8 οἱ γὰρ Καρχηδόνιοι τὸ μὲν πρῶτον ὥρμησαν, οὐχ ὅλως ἀπελπίζοντες αἱρήσειν κατὰ κράτος αὐτὴν τὴν Ῥώμην· συνθεασάμενοι δὲ τοὺς ὑπεναντίους παρατεταγμένους καὶ ταχέως διά τινος αἰχμαλώτου πυθόμενοι τὸ γεγονός, τῆς μὲν ἐπὶ τὴν πόλιν ἐπιβολῆς ἀπέστησαν, τὴν δὲ χώραν ἐδῄουν ἐπιπορευόμενοι καὶ τὰς οἰκίας ἐνεπίμπρασαν. 9.6.9 τὰς μὲν οὖν ἀρχὰς ἀναρίθμητον περιελασάμενοι λείας πλῆθος ἥθροισαν εἰς τὴν παρεμβολήν, ὡς ἂν εἰς ἄγραν ἥκοντες τοιαύτην

9.7.1

εἰς ἣν οὐδεὶς οὐδέποτε πολέμιον ἥξειν ἤλπιζε· μετὰ δὲ ταῦτα τῶν ὑπάτων τολμησάντων ἐν δέκα σταδίοις ἀντιστρατοπεδεῦσαι σφίσι παραβόλως, Ἀννίβας ἅμα μὲν λείας πλῆθος ἡθροικώς, ἅμα δὲ τῆς κατὰ τὴν πόλιν ἐλπίδος ἀποπεπτωκώς, 9.7.2 τὸ δὲ μέγιστον, συλλογιζόμενος τὰς ἡμέρας, ἐν αἷς ἤλπιζε κατὰ τὴν ἐξ ἀρχῆς ἐπίνοιαν πυθομένους τοὺς περὶ τὸν Ἄππιον τὸν περὶ τὴν πόλιν κίνδυνον ἤτοι λύσαντας τὴν πολιορκίαν ὁλοσχερῶς παραβοηθήσειν τοῖς ἐπὶ τῇ Ῥώμῃ πράγμασιν μέρος τι καταλιπόντας τῷ πλείονι βοηθήσειν κατὰ σπουδήν· 9.7.3 ὧν ὁπότερον ἂν συμβῇ, δεόντως ἕξειν ὑπειληφὼς ἐκίνει τὴν δύναμιν ἐκ τῆς παρεμβολῆς ὑπὸ τὴν ἑωθινήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.6.3 Polyb. 9.6.9 (English) >>Polyb. 9.7.6

Powered by PhiloLogic