Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.8.4 Polyb. 9.8.12 (English) >>Polyb. 9.9.8

9.8.9 διὸ παρακαλέσας τοὺς Θηβαίους καὶ χρησάμενος ἐνεργῷ τῇ νυκτοπορείᾳ παρῆν καὶ προσέμισγε τῇ Μαντινείᾳ περὶ μέσον ἡμέρας, ἐρήμῳ τελέως ὑπαρχούσῃ τῶν βοηθησόντων. 9.8.10 οἱ δʼ Ἀθηναῖοι κατὰ τὸν καιρὸν τοῦτον σπουδάζοντες μετασχεῖν τοῦ πρὸς τοὺς Θηβαίους ἀγῶνος τοῖς Λακεδαιμονίοις κατὰ τὴν συμμαχίαν παρῆσαν. 9.8.11 ἤδη δὲ τῆς Θηβαίων πρωτοπορείας συναπτούσης πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, κεῖται πρὸ τῆς πόλεως ἐν ἑπτὰ σταδίοις, ὥσπερ ἐπίτηδες συνεκύρησεν ἅμα καὶ τοὺς Ἀθηναίους ἐπιφαίνεσθαι κατὰ τὸν τῆς Μαντινείας ὑπερκείμενον λόφον· 9.8.12 εἰς οὓς ἐμβλέψαντες οἱ καταλελειμμένοι τῶν Μαντινέων μόλις ἐθάρρησαν ἐπιβῆναι τοῦ τείχους καὶ κωλῦσαι τὴν τῶν Θηβαίων ἔφοδον. 9.8.13 διόπερ εἰκότως οἱ συγγραφεῖς ἐπιμέμφονται τοῖς προειρημένοις ἔργοις, φάσκοντες τῷ μὲν ἡγεμόνι πεπρᾶχθαι πᾶν ὅσον ἀγαθῷ στρατηγῷ, καὶ τῶν μὲν ὑπεναντίων κρείττω, τῆς δὲ τύχης ἥττω γεγονέναι τὸν Ἐπαμινώνδαν.

9.9.1

Τὸ δὲ παραπλήσιον ἄν τις εἴποι καὶ περὶ τῶν κατʼ Ἀννίβαν. 9.9.2 καὶ γὰρ τὸ προσβαλόντα τοῖς πολεμίοις πειραθῆναι διὰ τῶν ἐκ μέρους ἀγώνων λύειν τὴν πολιορκίαν, 9.9.3 καὶ τὸ ταύτης ἀποπεσόντα τῆς προσβολῆς ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν Ῥώμην, κἄπειτα μὴ καθικόμενον τῆς προθέσεως διὰ τὰς ἐκ ταὐτομάτου περιπετείας αὖθις ἐξ ὑποστροφῆς συντρῖψαι μὲν τοὺς ἑπομένους, ἐφεδρεῦσαι δὲ τῷ κατὰ λόγον, εἰ συνέβη γενέσθαι κίνημα περὶ τοὺς τὴν Καπύην πολιορκοῦντας,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.8.4 Polyb. 9.8.12 (English) >>Polyb. 9.9.8

Powered by PhiloLogic