9.8.5 προσμίξας δὲ περὶ τρίτην ὥραν τῇ πόλει παραδόξως καὶ καταλαβὼν τὴν Σπάρτην ἔρημον τῶν βοηθησόντων, μέχρι μὲν ἀγορᾶς ἐβιάσατο καὶ κατέσχε τῆς πόλεως τοὺς ἐπὶ τὸν ποταμὸν ἐστραμμένους τόπους.
9.8.6 γενομένης δὲ περιπετείας, καί τινος αὐτομόλου τὴν νύκτα διαπεσόντος εἰς τὴν Μαντίνειαν καὶ διασαφήσαντος Ἀγησιλάῳ τῷ βασιλεῖ τὸ συμβαῖνον, καὶ τῶν βοηθούντων παραγενομένων εἰς τὸν τῆς καταλήψεως καιρόν,
9.8.7 ταύτης μὲν τῆς ἐλπίδος ἀπεσφάλη, μετὰ δὲ ταῦτα περὶ τὸν Εὐρώταν ἀριστοποιησάμενος καὶ προσαναλαβὼν τὴν δύναμιν ἐκ τῆς κακοπαθείας, ὥρμα πάλιν ἐξ ὑποστροφῆς τὴν αὐτὴν ὁδόν,
9.8.8 συλλογιζόμενος ὅτι συμβήσεται τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων παραβεβοηθηκότων εἰς τὴν Σπάρτην ἔρημον πάλιν καταλείπεσθαι τὴν Μαντίνειαν· ὃ καὶ συνέβη γενέσθαι.
9.8.9 διὸ παρακαλέσας τοὺς Θηβαίους καὶ χρησάμενος ἐνεργῷ τῇ νυκτοπορείᾳ παρῆν καὶ προσέμισγε τῇ Μαντινείᾳ περὶ μέσον ἡμέρας, ἐρήμῳ τελέως ὑπαρχούσῃ τῶν βοηθησόντων.
9.8.10 οἱ δʼ Ἀθηναῖοι κατὰ τὸν καιρὸν τοῦτον σπουδάζοντες μετασχεῖν τοῦ πρὸς τοὺς Θηβαίους ἀγῶνος τοῖς Λακεδαιμονίοις κατὰ τὴν συμμαχίαν παρῆσαν.
9.8.11 ἤδη δὲ τῆς Θηβαίων πρωτοπορείας συναπτούσης πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὃ κεῖται πρὸ τῆς πόλεως ἐν ἑπτὰ σταδίοις, ὥσπερ ἐπίτηδες συνεκύρησεν ἅμα καὶ τοὺς Ἀθηναίους ἐπιφαίνεσθαι κατὰ τὸν τῆς Μαντινείας ὑπερκείμενον λόφον·