Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.9.2 Polyb. 9.9.10 (English) >>Polyb. 9.10.4

9.9.8 Ῥωμαῖοι δὲ καὶ τὴν πατρίδα διεφύλαξαν καὶ τὴν πολιορκίαν οὐκ ἔλυσαν, ἀλλʼ ἔμειναν ἀσαλεύτως καὶ βεβαίως ἐπὶ τῶν ὑποκειμένων καὶ τὸ λοιπὸν ἤδη τεθαρρηκότως προσέκειντο τοῖς Καπυανοῖς. 9.9.9 ταῦτα μὲν οὖν οὐχ οὕτως τοῦ Ῥωμαίων Καρχηδονίων ἐγκωμίου χάριν εἴρηταί μοιτούτους μὲν γὰρ ἤδη πολλάκις ἐπεσημηνάμηντὸ δὲ πλεῖον τῶν ἡγουμένων παρʼ ἀμφοτέροις καὶ τῶν μετὰ ταῦτα μελλόντων χειρίζειν παρʼ ἑκάστοις τὰς κοινὰς πράξεις, 9.9.10 ἵνα τῶν μὲν ἀναμιμνησκόμενοι, τὰ δʼ ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες, τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν, θαυμασίαν δὲ τὴν ἐπίνοιαν, ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως, ἐὰν μόνον σὺν νῷ γένηται τὰ πραττόμενα.

Ἄτελλα, 9.9.10a πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. τὸ ἐθνικὸν Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ Ἀτελλανοὶ παρέδοσαν αὑτούς. 9.9.11

Τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλκας τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχήσειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφαλῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀναλώσας τὴν χορηγίαν. καὶ μετὰ παρακλήσεως πρότερον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθʼ ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπηναγκάσθη.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.9.2 Polyb. 9.9.10 (English) >>Polyb. 9.10.4

Powered by PhiloLogic