Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.9.4 Polyb. 9.9.11 (English) >>Polyb. 9.10.6

9.9.10 ἵνα τῶν μὲν ἀναμιμνησκόμενοι, τὰ δʼ ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες, τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν, θαυμασίαν δὲ τὴν ἐπίνοιαν, ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως, ἐὰν μόνον σὺν νῷ γένηται τὰ πραττόμενα.

Ἄτελλα, 9.9.10a πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. τὸ ἐθνικὸν Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ Ἀτελλανοὶ παρέδοσαν αὑτούς. 9.9.11

Τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλκας τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχήσειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφαλῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀναλώσας τὴν χορηγίαν. καὶ μετὰ παρακλήσεως πρότερον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθʼ ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπηναγκάσθη.

III. Res Siciliae 9.10.1

Οὐκ ἐκ τῶν ἔξω κοσμεῖται πόλις, ἀλλʼ ἐκ τῆς τῶν οἰκούντων ἀρετῆς. 9.10.2

Ἐκρίθη μὲν οὖν διὰ τοῦτο τοῖς Ῥωμαίοις τὰ προειρημένα μετακομίζειν εἰς τὴν ἑαυτῶν πατρίδα καὶ μηδὲν ἀπολιπεῖν· 9.10.3 πότερα δʼ ὀρθῶς τοῦτο καὶ συμφερόντως αὑτοῖς ἔπραξαν τἀναντία, πολὺς ἂν εἴη λόγος, πλείων γε μὴν εἰς τὸ μὴ δεόντως σφίσι πεπρᾶχθαι μηδʼ ἀκμὴν νῦν πράττεσθαι τοῦτο τοὔργον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.9.4 Polyb. 9.9.11 (English) >>Polyb. 9.10.6

Powered by PhiloLogic