Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 9.8.11 | Polyb. 9.9.7 (English) | >>Polyb. 9.10.1 |
9.9.3 καὶ τὸ ταύτης ἀποπεσόντα τῆς προσβολῆς ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν Ῥώμην , κἄπειτα μὴ καθικόμενον τῆς προθέσεως διὰ τὰς ἐκ ταὐτομάτου περιπετείας αὖθις ἐξ ὑποστροφῆς συντρῖψαι μὲν τοὺς ἑπομένους , ἐφεδρεῦσαι δὲ τῷ κατὰ λόγον , εἰ συνέβη γενέσθαι κίνημα περὶ τοὺς τὴν Καπύην πολιορκοῦντας ,
9.9.4 τὸ δὲ τελευταῖον μὴ λήξαντα τῆς προθέσεως εἰς τὴν τῶν ἐχθρῶν βλάβην ἀποσκῆψαι , μόνον οὐ δʼ ἀναστάτους ποιῆσαι Ῥηγίνους ,
9.9.5 τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσαι τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα ;
9.9.6 καὶ μὴν Ῥωμαίους Λακεδαιμονίων ἀμείνους ἄν τις ἐν τούτῳ τῷ καιρῷ κρίνειεν .
9.9.7 Λακεδαιμόνιοι μὲν γὰρ τῇ πρώτῃ προσαγγελίᾳ συνεκχυθέντες τὴν μὲν Σπάρτην ἔσωσαν , τὴν δὲ Μαντίνειαν τὸ καθʼ αὑτοὺς μέρος ἀπέβαλον ·
9.9.8 Ῥωμαῖοι δὲ καὶ τὴν πατρίδα διεφύλαξαν καὶ τὴν πολιορκίαν οὐκ ἔλυσαν , ἀλλʼ ἔμειναν ἀσαλεύτως καὶ βεβαίως ἐπὶ τῶν ὑποκειμένων καὶ τὸ λοιπὸν ἤδη τεθαρρηκότως προσέκειντο τοῖς Καπυανοῖς .
9.9.9 ταῦτα μὲν οὖν οὐχ οὕτως τοῦ Ῥωμαίων ἢ Καρχηδονίων ἐγκωμίου χάριν εἴρηταί μοι — τούτους μὲν γὰρ ἤδη πολλάκις ἐπεσημηνάμην — τὸ δὲ πλεῖον τῶν ἡγουμένων παρʼ ἀμφοτέροις καὶ τῶν μετὰ ταῦτα μελλόντων χειρίζειν παρʼ ἑκάστοις τὰς κοινὰς πράξεις ,
9.9.10 ἵνα τῶν μὲν ἀναμιμνησκόμενοι , τὰ δʼ ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες , τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν , θαυμασίαν δὲ τὴν ἐπίνοιαν , ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως , ἐὰν μόνον σὺν νῷ γένηται τὰ πραττόμενα .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 9.8.11 | Polyb. 9.9.7 (English) | >>Polyb. 9.10.1 |