Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 960 Soph. OC 1014 (English) >>Soph. OC 1044

1014 Χορός ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ
1015αὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν.
Θησεύς ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι
σπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν.
Κρέων τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;
Θησεύς ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
1020χωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχεις
τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί·
εἰ δʼ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.
ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε
χώρας φυγόντες τῆσδʼ ἐπεύξωνται θεοῖς.
1025ἀλλʼ ἐξυφηγοῦ· γνῶθι δʼ ὡς ἔχων ἔχει
καί σʼ εἷλε θηρῶνθʼ τύχη· τὰ γὰρ δόλῳ
τῷ μὴ δικαίῳ κτήματʼ οὐχὶ σῴζεται.
κοὐκ ἄλλον ἕξεις εἰς τάδʼ· ὡς ἔξοιδά σε
οὐ ψιλὸν οὐδʼ ἄσκευον ἐς τοσήνδʼ ὕβριν
1030ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,
ἀλλʼ ἔσθʼ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.
δεῖ μʼ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν
ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.
νοεῖς τι τούτων, μάτην τὰ νῦν τέ σοι
1035δοκεῖ λελέχθαι χὤτε ταῦτʼ ἐμηχανῶ;
Κρέων οὐδὲν σὺ μεμπτὸν ἐνθάδʼ ὢν ἐρεῖς ἐμοί·
οἴκοι δὲ χἠμεῖς εἰσόμεσθʼ χρὴ ποεῖν.
Θησεύς χωρῶν ἀπείλει νῦν· σὺ δʼ ἡμίν, Οἰδίπους,
ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,
1040ἢν μὴ θάνω ʼγὼ πρόσθεν, οὐχὶ παύσομαι
πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.
Οἰδίπους ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν
καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 960 Soph. OC 1014 (English) >>Soph. OC 1044

Powered by PhiloLogic