Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1085 Soph. OC 1099 (English) >>Soph. OC 1139

1099 Οἰδίπους ποῦ ποῦ; τί φής; πῶς εἶπας;
Ἀντιγόνη πάτερ πάτερ,
1100τίς ἂν θεῶν σοι τόνδʼ ἄριστον ἄνδρʼ ἰδεῖν
δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;
Οἰδίπους τέκνον, πάρεστον;
Ἀντιγόνη αἵδε γὰρ χέρες
Θησέως ἔσωσαν φιλτάτων τʼ ὀπαόνων.
Οἰδίπους προσέλθετʼ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ
1105ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε.
Ἀντιγόνη αἰτεῖς τεύξει· σὺν πόθῳ γὰρ χάρις.
Οἰδίπους ποῦ δῆτα, ποῦ ʼστόν;
Ἀντιγόνη αἵδʼ ὁμοῦ πελάζομεν.
Οἰδίπους φίλτατʼ ἔρνη.
Ἀντιγόνη τῷ τεκόντι πᾶν φίλον.
Οἰδίπους σκῆπτρα φωτός.
Ἀντιγόνη δυσμόρου γε δύσμορα.
Οἰδίπους
1110ἔχω τὰ φίλτατʼ, οὐδʼ ἔτʼ ἂν πανάθλιος
θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.
ἐρείσατʼ, παῖ, πλευρὸν ἀμφιδέξιον
ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον
τοῦ πρόσθʼ ἐρήμου τοῦδε δυστήνου πλάνου.
1115καί μοι τὰ πραχθέντʼ εἴπαθʼ ὡς βράχιστʼ, ἐπεὶ
ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.
Ἀντιγόνη ὅδʼ ἔσθʼ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,
οὗ κἄστι τοὔργον· τοὐμὸν ὧδʼ ἔσται βραχύ.
Οἰδίπους ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς
1120τέκνʼ εἰ φανέντʼ ἄελπτα μηκύνω λόγον.
ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι
τέρψιν παρʼ ἄλλου μηδενὸς πεφασμένην·
σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.
καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,
1125αὐτῷ τε καὶ γῇ τῇδʼ, ἐπεὶ τό γʼ εὐσεβὲς
μόνοις παρʼ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ
καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.
εἰδὼς δʼ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·
ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν·
1130καί μοι χέρʼ, ὦναξ, δεξιὰν ὄρεξον, ὡς
ψαύσω φιλήσω τʼ, εἰ θέμις, τὸ σὸν κάρα.
καίτοι τί φωνῶ; πῶς σʼ ἂν ἄθλιος γεγὼς
θιγεῖν θελήσαιμʼ ἀνδρός, τίς οὐκ ἔνι
κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,
1135οὐδʼ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν
μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.
σὺ δʼ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου
μέλου δικαίως, ὥσπερ ἐς τόδʼ ἡμέρας.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1085 Soph. OC 1099 (English) >>Soph. OC 1139

Powered by PhiloLogic