Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1239 Soph. OC 1249 (English) >>Soph. OC 1284

1249 Ἀντιγόνη καὶ μὴν ὅδʼ ἡμῖν, ὡς ἔοικεν, ξένος
1250ἀνδρῶν γε μοῦνος, πάτερ, διʼ ὄμματος
ἀστακτὶ λείβων δάκρυον ὧδʼ ὁδοιπορεῖ.
Οἰδίπους τίς οὗτος;
Οἰδίπους ὅνπερ καὶ πάλαι κατείχομεν
γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.
Πολυνείκης οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ
1255πρόσθεν δακρύσω, παῖδες, τὰ τοῦδʼ ὁρῶν
πατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸς
σὺν σφῷν ἐφηύρηκʼ ἐνθάδʼ ἐκβεβλημένον
ἐσθῆτι σὺν τοιᾷδε, τῆς δυσφιλὴς
γέρων γέροντι συγκατῴκηκεν πίνος
1260πλευρὰν μαραίνων, κρατὶ δʼ ὀμματοστερεῖ
κόμη διʼ αὔρας ἀκτένιστος ᾄσσεται·
ἀδελφὰ δʼ, ὡς ἔοικε, τούτοισιν φορεῖ
τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.
ἁγὼ πανώλης ὄψʼ ἄγαν ἐκμανθάνω·
1265καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς
ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ʼξ ἄλλων πύθῃ.
ἀλλʼ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων
Αἰδὼς ἐπʼ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,
παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων
1270ἄκη μέν ἐστι, προσφορὰ δʼ οὐκ ἔστʼ ἔτι.
τί σιγᾷς;
φώνησον, πάτερ, τι· μή μʼ ἀποστραφῇς.
οὐδʼ ἀνταμείβει μʼ οὐδέν, ἀλλʼ ἀτιμάσας
πέμψεις ἄναυδος, οὐδʼ μηνίεις φράσας;
1275 σπέρματʼ ἀνδρὸς τοῦδʼ, ἐμαὶ δʼ ὁμαίμονες,
πειράσατʼ ἀλλʼ ὑμεῖς γε κινῆσαι πατρὸς
τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα,
ὡς μή μʼ ἄτιμον, τοῦ θεοῦ γε προστάτην,
οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.
Ἀντιγόνη
1280λέγʼ, ταλαίπωρʼ, αὐτὸς ὧν χρείᾳ πάρει·
τὰ πολλὰ γάρ τοι ῥήματʼ τέρψαντά τι,
δυσχεράναντʼ κατοικτίσαντά πως,
παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1239 Soph. OC 1249 (English) >>Soph. OC 1284

Powered by PhiloLogic