Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1249 Soph. OC 1284 (English) >>Soph. OC 1346

1284 Πολυνείκης ἀλλʼ ἐξερῶ· καλῶς γὰρ ἐξηγεῖ σύ μοι·
1285πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος
ἀρωγόν, ἔνθεν μʼ ὧδʼ ἀνέστησεν μολεῖν
τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ
λέξαι τʼ ἀκοῦσαί τʼ ἀσφαλεῖ σὺν ἐξόδῳ.
καὶ ταῦτʼ ἀφʼ ὑμῶν, ξένοι, βουλήσομαι
1290καὶ ταῖνδʼ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί.
δʼ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.
γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,
τοῖς σοῖς πανάρχοις οὕνεκʼ ἐνθακεῖν θρόνοις
γονῇ πεφυκὼς ἠξίουν γεραίτερος.
1295ἀνθʼ ὧν μʼ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,
γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ
οὔτʼ εἰς ἔλεγχον χειρὸς οὐδʼ ἔργου μολών,
πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν
τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.
1300ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.
ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,
λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας
ἔστησʼ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας
πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,
1305ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον
ξὺν τοῖσδʼ ἀγείρας θάνοιμι πανδίκως
τοὺς τάδʼ ἐκπράξαντας ἐκβάλοιμι γῆς.
εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ;
σοὶ προστροπαίους, πάτερ, λιτὰς ἔχων
1310αὐτός τʼ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν,
οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε
λόγχαις τὸ Θήβης πεδίον ἀμφεστᾶσι πᾶν·
οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν
δόρει κρατύνων, πρῶτα δʼ οἰωνῶν ὁδοῖς·
1315 δεύτερος δʼ Αἰτωλὸς Οἰνέως τόκος
Τυδεύς. τρίτος δʼ Ἐτέοκλος, Ἀργεῖος γεγώς·
τέταρτον Ἱππομέδοντʼ ἀπέστειλεν πατὴρ
Ταλαός· πέμπτος δʼ εὔχεται κατασκαφῇ
Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·
1320ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,
ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ
μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·
ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ
πότμου φυτευθείς, σός γέ τοι καλούμενος,
1325ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.
οἵ σʼ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,
ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι
μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ
τῷδʼ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,
1330ὅς μʼ ἐξέωσε κἀπεσύλησεν πάτρας.
εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,
οἷς ἂν σὺ προσθῇ, τοῖσδʼ ἔφασκʼ εἶναι κράτος.
πρός νύν σε κρηνῶν καὶ θεῶν ὁμογνίων
αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ
1335πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ.
ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε
κἀγώ, τὸν αὐτὸν δαίμονʼ ἐξειληχότες.
δʼ ἐν δόμοις τύραννος, τάλας ἐγώ,
κοινῇ καθʼ ἡμῶν ἐγγελῶν ἁβρύνεται·
1340ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί,
βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.
ὥστʼ ἐν δόμοισι τοῖσι σοῖς στήσω σʼ ἄγων.
στήσω δʼ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.
καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι
1345κομπεῖν, ἄνευ σοῦ δʼ οὐδὲ σωθῆναι σθένω.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1249 Soph. OC 1284 (English) >>Soph. OC 1346

Powered by PhiloLogic