Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1284 Soph. OC 1346 (English) >>Soph. OC 1397

1346 Χορός τὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκʼ, Οἰδίπους
εἰπὼν ὁποῖα ξύμφορʼ ἔκπεμψαι πάλιν.
Οἰδίπους ἀλλʼ εἰ μέν, ἄνδρες τῆσδε δημοῦχοι χθονός,
μὴ ʼτύγχανʼ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ
1350Θησεύς, δικαιῶν ὥστʼ ἐμοῦ κλύειν λόγους,
οὔ τἄν ποτʼ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·
νῦν δʼ ἀξιωθεὶς εἶσι κἀκούσας γʼ ἐμοῦ
τοιαῦθʼ τὸν τοῦδʼ οὔ ποτʼ εὐφρανεῖ βίον·
ὅς γʼ, κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,
1355 νῦν σὸς ξύναιμος ἐν Θήβαις ἔχει,
τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδʼ ἀπήλασας
κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,
ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳ
ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.
1360οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέα
τάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·
σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον,
σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος
ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.
1365εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς
τὰς παῖδας, τἂν οὐκ ἂν , τὸ σὸν μέρος·
νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί,
αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·
ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.
1370τοιγάρ σʼ δαίμων εἰσορᾷ μὲν οὔ τί πω
ὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοι
πρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθʼ ὅπως πόλιν
κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι
πεσεῖ μιανθεὶς χὠ σύναιμος ἐξ ἴσου.
1375τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼ
νῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,
ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν
καὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸς
τοιώδʼ ἔφυτον· αἵδε γὰρ τάδʼ οὐκ ἔδρων.
1380τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους
κρατοῦσιν, εἴπερ ἐστὶν παλαίφατος
Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.
σὺ δʼ ἔρρʼ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,
κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς,
1385ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου
δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε
τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ
θανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι.
τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου
1390στυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ,
καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρη
τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.
καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼν
καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμα
1395πιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπους
τοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1284 Soph. OC 1346 (English) >>Soph. OC 1397

Powered by PhiloLogic