Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1346 Soph. OC 1397 (English) >>Soph. OC 1431

1397 Χορός Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
ξυνήδομαί σοι, νῦν τʼ ἴθʼ ὡς τάχος πάλιν.
Πολυνείκης οἴμοι κελεύθου τῆς τʼ ἐμῆς δυσπραξίας,
1400οἴμοι δʼ ἑταίρων· οἷον ἆρʼ ὁδοῦ τέλος
Ἄργους ἀφωρμήθημεν, τάλας ἐγώ,
τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι
ἔξεσθʼ ἑταίρων, οὐδʼ ἀποστρέψαι πάλιν,
ἀλλʼ ὄντʼ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.
1405 τοῦδʼ ὅμαιμοι παῖδες, ἀλλʼ ὑμεῖς, ἐπεὶ
τὰ σκληρὰ πατρὸς κλύετε ταῦτʼ ἀρωμένου,
μή τοί με πρὸς θεῶν σφώ γʼ, ἐὰν αἱ τοῦδʼ ἀραὶ
πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους
νόστος γένηται, μή μʼ ἀτιμάσητέ γε,
1410ἀλλʼ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.
καὶ σφῷν νῦν ἔπαινος, ὃν κομίζετον
τοῦδʼ ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα
ἔτʼ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.
Ἀντιγόνη Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.
Πολυνείκης
1415 φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε.
Ἀντιγόνη στρέψαι στράτευμʼ ἐς Ἄργος ὡς τάχιστά γε,
καὶ μὴ σέ τʼ αὐτὸν καὶ πόλιν διεργάσῃ.
Πολυνείκης ἀλλʼ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν
στράτευμʼ ἄγοιμι ταὐτόν εἰσάπαξ τρέσας;
Ἀντιγόνη
1420τί δʼ αὖθις, παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι
πάτραν κατασκάψαντι κέρδος ἔρχεται;
Πολυνείκης αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντʼ ἐμὲ
οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.
Ἀντιγόνη ὁρᾷς τὰ τοῦδʼ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρεις
1425μαντεύμαθʼ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;
Πολυνείκης χρῄζει γάρ· ἡμῖν δʼ οὐχὶ συγχωρητέα.
Ἀντιγόνη οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων
τὰ τοῦδʼ ἕπεσθαι τἀνδρός, οἷʼ ἐθέσπισεν;
Πολυνείκης οὐκ ἀγγελοῦμεν φλαῦρʼ· ἐπεὶ στρατηλάτου
1430χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1346 Soph. OC 1397 (English) >>Soph. OC 1431

Powered by PhiloLogic