Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1397 Soph. OC 1431 (English) >>Soph. OC 1448

1431 Ἀντιγόνη οὕτως ἄρʼ, παῖ, ταῦτά σοι δεδογμένα;
Πολυνείκης καὶ μή μʼ ἐπίσχῃς γʼ· ἀλλʼ ἐμοὶ μὲν ἥδʼ ὁδὸς
ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ
πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδʼ Ἐρινύων·
1435σφῷν δʼ εὖ διδοίη Ζεύς, τάδʼ εἰ θανόντι μοι
τελεῖτʼ, ἐπεὶ οὔ μοι ζῶντί γʼ αὖθις ἕξετον.
μέθεσθε δʼ ἤδη χαίρετόν τʼ· οὐ γάρ μʼ ἔτι
βλέποντʼ ἐσόψεσθʼ αὖθις.
Ἀντιγόνη τάλαινʼ ἐγώ.
Πολυνείκης μή τοί μʼ ὀδύρου.
Ἀντιγόνη καὶ τίς ἄν σʼ ὁρμώμενον
1440εἰς προὖπτον ᾍδην οὐ καταστένοι, κάσι;
Πολυνείκης εἰ χρή, θανοῦμαι.
Ἀντιγόνη μὴ σύ γʼ, ἀλλʼ ἐμοὶ πιθοῦ.
Πολυνείκης μὴ πεῖθʼ μὴ δεῖ.
Ἀντιγόνη δυστάλαινά τἄρʼ ἐγώ,
εἴ σου στερηθῶ.
Πολυνείκης ταῦτα δʼ ἐν τῷ δαίμονι
καὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δʼ οὖν ἐγὼ
1445θεοῖς ἀρῶμαι μή ποτʼ ἀντῆσαι κακῶν·
ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1397 Soph. OC 1431 (English) >>Soph. OC 1448

Powered by PhiloLogic