Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1431 Soph. OC 1448 (English) >>Soph. OC 1463

1448 Χορός νέα τάδε νεόθεν ἦλθέ μοι
<νέα> βαρύποτμα κακὰ παρʼ ἀλαοῦ ξένου,
1450εἴ τι μοῖρα μὴ κιγχάνει.
ματᾶν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.
ὁρᾷ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος, στρέφων μὲν ἕτερα,
1455τὰ δὲ παρʼ ἦμαρ αὖθις αὔξων ἄνω.
ἔκτυπεν αἰθήρ, Ζεῦ.
Οἰδίπους τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
τὸν πάντʼ ἄριστον δεῦρο Θησέα πόροι;
Ἀντιγόνη πάτερ, τί δʼ ἐστὶ τἀξίωμʼ ἐφʼ καλεῖς;
Οἰδίπους
1460Διὸς πτερωτὸς ἥδε μʼ αὐτίκʼ ἄξεται
βροντὴ πρὸς ᾍδην· ἀλλὰ πέμψαθʼ ὡς τάχος.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1431 Soph. OC 1448 (English) >>Soph. OC 1463

Powered by PhiloLogic