Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 75 Soph. OC 118 (English) >>Soph. OC 149

118 Χορός ὅρα. τίς ἄρʼ ἦν; ποῦ ναίει;
ποῦ κυρεῖ ἐκτόπιος συθεὶς πάντων
120 πάντων ἀκορέστατος;
προσδέρκου λεῦσσέ νιν,
προσπεύθου πανταχῇ.
πλανάτας πλανάτας τις πρέσβυς οὐδʼ
125ἔγχωρος· προσέβα γὰρ οὐκ
ἄν ποτʼ ἀστιβὲς ἄλσος ἐς
τᾶνδʼ ἀμαιμακετᾶν κορᾶν,
ἃς τρέμομεν λέγειν
130καὶ παραμειβόμεσθʼ ἀδέρκτως,
ἀφώνως, ἀλόγως τὸ τᾶς
εὐφάμου στόμα φροντίδος
ἱέντες, τὰ δὲ νῦν τινʼ ἥκειν
λόγος οὐδὲν ἅζονθʼ,
135ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω
δύναμαι τέμενος
γνῶναι ποῦ μοί ποτε ναίει.
Οἰδίπους ὅδʼ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,
τὸ φατιζόμενον.
Χορός
140ἰὼ ἰώ,
δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.
Οἰδίπους μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον.
Χορός Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ πρέσβυς;
Οἰδίπους οὐ πάνυ μοίρας εὐδαιμονίσαι
145πρώτης, τῆσδʼ ἔφοροι χώρας.
δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις
ὄμμασιν εἷρπον
κἀπὶ σμικροῖς μέγας ὥρμουν.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 75 Soph. OC 118 (English) >>Soph. OC 149

Powered by PhiloLogic