Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1491 Soph. OC 1500 (English) >>Soph. OC 1556

Θησεύς 1500τίς αὖ παρʼ ὑμῶν κοινὸς ἠχεῖται κτύπος,
σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;
μή τις Διὸς κεραυνὸς τις ὀμβρία
χάλαζʼ ἐπιρράξασα; πάντα γὰρ θεοῦ
τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.
Οἰδίπους
1505ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν
τύχην τις ἐσθλὴν τῆσδʼ ἔθηκε τῆς ὁδοῦ.
Θησεύς τί δʼ ἐστίν, παῖ Λαΐου, νέορτον αὖ;
Οἰδίπους ῥοπὴ βίου μοι· καί σʼ ἅπερ ξυνῄνεσα
θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.
Θησεύς
1510ἐν τῷ δὲ κεῖσαι τοῦ μόρου τεκμηρίῳ;
Οἰδίπους αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,
ψεύδοντες οὐδὲν σημάτων προκειμένων.
Θησεύς πῶς εἶπας, γεραιέ, δηλοῦσθαι τάδε;
Οἰδίπους αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε
1515στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.
Θησεύς πείθεις με· πολλὰ γάρ σε θεσπίζονθʼ ὁρῶ
κοὐ ψευδόφημα· χὤ τι χρὴ ποιεῖν λέγε.
Οἰδίπους ἐγὼ διδάξω, τέκνον Αἰγέως, σοι
γήρως ἄλυπα τῇδε κείσεται πόλει.
1520χῶρον μὲν αὐτὸς αὐτίκʼ ἐξηγήσομαι,
ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.
τοῦτον δὲ φράζε μή ποτʼ ἀνθρώπων τινί,
μήθʼ οὗ κέκευθε μήτʼ ἐν οἷς κεῖται τόποις·
ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε
1525δορός τʼ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ.
δʼ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ,
αὐτὸς μαθήσει, κεῖσʼ ὅταν μόλῃς μόνος·
ὡς οὔτʼ ἂν ἀστῶν τῶνδʼ ἂν ἐξείποιμί τῳ
οὔτʼ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως.
1530ἀλλʼ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος
τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ
σήμαινʼ, δʼ αἰεὶ τὠπιόντι δεικνύτω.
χοὔτως ἀδῇον τήνδʼ ἐνοικήσεις πόλιν
σπαρτῶν ἀπʼ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,
1535κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν.
θεοὶ γὰρ εὖ μέν, ὀψὲ δʼ εἰσορῶσʼ, ὅταν
τὰ θεῖʼ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·
μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.
τὰ μὲν τοιαῦτʼ οὖν εἰδότʼ ἐκδιδάσκομεν.
1540χῶρον δʼ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν,
στείχωμεν ἤδη μηδʼ ἔτʼ ἐντρεπώμεθα.
παῖδες, ὧδʼ ἕπεσθʼ· ἐγὼ γὰρ ἡγεμὼν
σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.
χωρεῖτε καὶ μὴ ψαύετʼ, ἀλλʼ ἐᾶτέ με
1545αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα
μοῖρʼ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.
τῇδʼ ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μʼ ἄγει
Ἑρμῆς πομπὸς τε νερτέρα θεός.
φῶς ἀφεγγές, πρόσθε πού ποτʼ ἦσθʼ ἐμόν,
1550νῦν δʼ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας.
ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον
κρύψων παρʼ ᾍδην. ἀλλά, φίλτατε ξένων,
αὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶ
εὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳ
1555μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1491 Soph. OC 1500 (English) >>Soph. OC 1556

Powered by PhiloLogic