Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 192 Soph. OC 207 (English) >>Soph. OC 254

207 Οἰδίπους ξένοι,
ἀπόπτολις· ἀλλὰ μὴ
Χορός τί τόδʼ ἀπεννέπεις, γέρον;
Οἰδίπους
210μὴ μὴ μή μʼ ἀνέρῃ τίς εἰμι,
μηδʼ ἐξετάσῃς πέρα ματεύων.
Χορός τί τόδʼ;
Οἰδίπους αἰνὰ φύσις.
Χορός αὔδα.
Οἰδίπους τέκνον, ὤμοι, τί γεγώνω;
Χορός
215τίνος εἶ σπέρματος, ξένε, φώνει, πατρόθεν.
Οἰδίπους ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;
Ἀντιγόνη λέγʼ, ἐπείπερ ἐπʼ ἔσχατα βαίνεις.
Οἰδίπους ἀλλʼ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.
Χορός μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.
Οἰδίπους
220Λαΐου ἴστε τινʼ;
Χορός ἰοὺ ἰού.
Οἰδίπους τό τε Λαβδακιδᾶν γένος;
Χορός Ζεῦ.
Οἰδίπους ἄθλιον Οἰδιπόδαν;
Χορός σὺ γὰρ ὅδʼ εἶ;
Οἰδίπους δέος ἴσχετε μηδὲν ὅσʼ αὐδῶ.
Χορός ἰὼ .
Οἰδίπους δύσμορος.
Χορός .
Οἰδίπους
225θύγατερ, τί ποτʼ αὐτίκα κύρσει;
Χορός ἔξω πόρσω βαίνετε χώρας.
Οἰδίπους δʼ ὑπέσχεο ποῖ καταθήσεις;
Χορός οὐδενὶ μοιριδία τίσις ἔρχεται
230ἃν προπάθῃ τὸ τίνειν· ἀπάτα δʼ ἀπά-
ταις ἑτέραις ἑτέρα παραβαλλομέ-
να πόνον, οὐ χάριν, ἀντιδίδωσιν -
χειν. σὺ δὲ τῶνδʼ ἑδράνων πάλιν ἔκτοπος
αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,
235μή τι πέρα χρέος
ἐμᾷ πόλει προσάψῃς.
Ἀντιγόνη ξένοι
αἰδόφρονες, ἀλλʼ ἐπεὶ
γεραὸν πατέρα τόνδʼ ἐμὸν
οὐκ ἀνέτλατʼ, ἔργων
240ἀκόντων ἀΐοντες αὐδάν,
ἀλλʼ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ξένοι, οἰκτίραθʼ,
πατρὸς ὑπὲρ τοὐμοῦ μόνου
ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα
245ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφʼ αἵματος
ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον
αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ
κείμεθα τλάμονες. ἀλλʼ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν·
250πρός σʼ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,
τέκνον λέχος χρέος θεός·
οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,
εἰ θεὸς ἄγοι,
253bἐκφυγεῖν δύναιτο.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 192 Soph. OC 207 (English) >>Soph. OC 254

Powered by PhiloLogic