Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 207 Soph. OC 254 (English) >>Soph. OC 296

254 Χορός ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσου
255οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·
τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
Οἰδίπους τί δῆτα δόξης τί κληδόνος καλῆς
μάτην ῥεούσης ὠφέλημα γίγνεται,
260εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάτας
εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον
σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;
κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρων
ἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε,
265ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε
σῶμʼ οὐδὲ τἄργα τἄμʼ· ἐπεὶ τά γʼ ἔργα μου
πεπονθότʼ ἐστὶ μᾶλλον δεδρακότα,
εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,
ὧν οὕνεκʼ ἐκφοβεῖ με· τοῦτʼ ἐγὼ καλῶς
270ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,
ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν
ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;
νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην,
ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.
275ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,
ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,
καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς
μοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ
βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,
280βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του
μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.
ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας
ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,
ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
285ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα
τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,
ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων
ὄνησιν ἀστοῖς τοῖσδʼ· ὅταν δʼ κύριος
παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
290τότʼ εἰσακούων πάντʼ ἐπιστήσει· τὰ δὲ
μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.
Χορός ταρβεῖν μέν, γεραιέ, τἀνθυμήματα
πολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ
οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς
295ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 207 Soph. OC 254 (English) >>Soph. OC 296

Powered by PhiloLogic