Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 254 Soph. OC 296 (English) >>Soph. OC 337

296 Οἰδίπους καὶ ποῦ ʼσθʼ κραίνων τῆσδε τῆς χώρας, ξένοι;
Χορός πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,
ὃς κἀμὲ δεῦρʼ ἔπεμψεν, οἴχεται στελῶν.
Οἰδίπους καὶ δοκεῖτε τοῦ τυφλοῦ τινʼ ἐντροπὴν
300 φροντίδʼ ἕξειν, αὐτὸν ὥστʼ ἐλθεῖν πέλας;
Χορός καὶ κάρθʼ, ὅταν περ τοὔνομʼ αἴσθηται τὸ σόν.
Οἰδίπους τίς δʼ ἔσθʼ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;
Χορός μακρὰ κέλευθος· πολλὰ δʼ ἐμπόρων ἔπη
φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,
305θάρσει, παρέσται. πολὺ γάρ, γέρον, τὸ σὸν
ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς
εὕδει, κλύων σοῦ δεῦρʼ ἀφίξεται ταχύς.
Οἰδίπους ἀλλʼ εὐτυχὴς ἵκοιτο τῇ θʼ αὑτοῦ πόλει
ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;
Ἀντιγόνη
310 Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;
Οἰδίπους τί δʼ ἔστι, τέκνον Ἀντιγόνη;
Ἀντιγόνη γυναῖχʼ ὁρῶ
στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ
πώλου βεβῶσαν· κρατὶ δʼ ἡλιοστερὴς
κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.
315τί φῶ;
ἆρʼ ἔστιν; ἆρʼ οὐκ ἔστιν; γνώμη πλανᾷ;
καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.
τάλαινα.
οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπʼ ὀμμάτων
320σαίνει με προσστείχουσα· σημαίνει δʼ ὅτι
μόνης τόδʼ ἐστὶ δῆλον Ἰσμήνης κάρα.
Οἰδίπους πῶς εἶπας, παῖ;
Ἀντιγόνη παῖδα σήν, ἐμὴν δʼ ὁρᾶν
ὅμαιμον· αὐδῇ δʼ αὐτίκʼ ἔξεστιν μαθεῖν.
Ἰσμήνη δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ
325ἥδιστα προσφωνήμαθʼ, ὡς ὑμᾶς μόλις
εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.
Οἰδίπους τέκνον, ἥκεις;
Ἰσμήνη πάτερ δύσμοιρʼ ὁρᾶν.
Οἰδίπους τέκνον, πέφηνας;
Ἰσμήνη οὐκ ἄνευ μόχθου γέ μοι.
Οἰδίπους πρόσψαυσον, παῖ.
Ἰσμήνη θιγγάνω δυοῖν ὁμοῦ.
Οἰδίπους
330 σπέρμʼ ὅμαιμον.
Ἰσμήνη δυσάθλιαι τροφαί.
Οἰδίπους τῆσδε κἀμοῦ;
Ἰσμήνη δυσμόρου τʼ ἐμοῦ τρίτης.
Οἰδίπους τέκνον, τί δʼ ἦλθες;
Ἰσμήνη σῇ, πάτερ, προμηθίᾳ.
Οἰδίπους πότερα πόθοισι;
Ἰσμήνη καὶ λόγων γʼ αὐτάγγελος,
ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.
Οἰδίπους
335οἱ δʼ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν;
Ἰσμήνη εἴσʼ οὗπέρ εἰσι· δεινὰ τἀν κείνοις τανῦν.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 254 Soph. OC 296 (English) >>Soph. OC 337

Powered by PhiloLogic