Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1 Soph. OC 33 (English) >>Soph. OC 75

33 Οἰδίπους ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦ
αὑτῆς θʼ ὁρώσης, οὕνεχʼ ἡμὶν αἴσιος
35σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι
Ξένος πρὶν νῦν τὰ πλείονʼ ἱστορεῖν, ἐκ τῆσδʼ ἕδρας
ἔξελθʼ· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.
Οἰδίπους τίς δʼ ἔσθʼ χῶρος; τοῦ θεῶν νομίζεται;
Ξένος ἄθικτος οὐδʼ οἰκητός· αἱ γὰρ ἔμφοβοι
40θεαί σφʼ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.
Οἰδίπους τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων;
Ξένος τὰς πάνθʼ ὁρώσας Εὐμενίδας γʼ ἐνθάδʼ ἂν
εἴποι λεώς νιν· ἄλλα δʼ ἀλλαχοῦ καλά.
Οἰδίπους ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·
45ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι.
Ξένος τί δʼ ἐστὶ τοῦτο;
Οἰδίπους ξυμφορᾶς ξύνθημʼ ἐμῆς.
Ξένος ἀλλʼ οὐδʼ ἐμοί τοι τοὐξανιστάναι πόλεως
δίχʼ ἐστὶ θάρσος, πρίν γʼ ἂν ἐνδείξω τί δρῶ.
Οἰδίπους πρός νυν θεῶν, ξεῖνε, μή μʼ ἀτιμάσῃς,
50τοιόνδʼ ἀλήτην, ὧν σε προστρέπω φράσαι.
Ξένος σήμαινε, κοὐκ ἄτιμος ἔκ γʼ ἐμοῦ φανεῖ.
Οἰδίπους τίς ἔσθʼ χῶρος δῆτʼ, ἐν βεβήκαμεν;
Ξένος ὅσʼ οἶδα κἀγὼ πάντʼ ἐπιστήσει κλύων·
χῶρος μὲν ἱερὸς πᾶς ὅδʼ ἔστʼ· ἔχει δέ νιν
55σεμνὸς Ποσειδῶν· ἐν δʼ πυρφόρος θεὸς
Τιτὰν Προμηθεύς· ὃν δʼ ἐπιστείβεις τόπον,
χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,
ἔρεισμʼ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι
τόνδʼ ἱππότην Κολωνὸν εὔχονται σφίσιν
60ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα
τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.
τοιαῦτά σοι ταῦτʼ ἐστίν, ξένʼ, οὐ λόγοις
τιμώμενʼ, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.
Οἰδίπους γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;
Ξένος
65καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γʼ ἐπώνυμοι.
Οἰδίπους ἄρχει τις αὐτῶν ʼπὶ τῷ πλήθει λόγος;
Ξένος ἐκ τοῦ κατʼ ἄστυ βασιλέως τάδʼ ἄρχεται.
Οἰδίπους οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;
Ξένος Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.
Οἰδίπους
70ἆρʼ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;
Ξένος ὡς πρὸς τί λέξων καταρτύσων μολεῖν;
Οἰδίπους ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.
Ξένος καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;
Οἰδίπους ὅσʼ ἂν λέγωμεν πάνθʼ ὁρῶντα λέξομεν.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1 Soph. OC 33 (English) >>Soph. OC 75

Powered by PhiloLogic