Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 296 Soph. OC 337 (English) >>Soph. OC 385

337 Οἰδίπους πάντʼ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις
φύσιν κατεικασθέντε καὶ βίου τροφάς·
ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας
340θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι
τἄξω βίου τροφεῖα πορσύνουσʼ ἀεί.
σφῷν δʼ, τέκνʼ, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,
κατʼ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,
σφὼ δʼ ἀντʼ ἐκείνων τἀμὰ δυστήνου κακὰ
345ὑπερπονεῖτον. μὲν ἐξ ὅτου νέας
τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,
ἀεὶ μεθʼ ἡμῶν δύσμορος πλανωμένη
γερονταγωγεῖ, πολλὰ μὲν κατʼ ἀγρίαν
ὕλην ἄσιτος νηλίπους τʼ ἀλωμένη,
350πολλοῖσι δʼ ὄμβροις ἡλίου τε καύμασιν
μοχθοῦσα τλήμων δεύτερʼ ἡγεῖται τὰ τῆς
οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.
σὺ δʼ, τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ
μαντεῖʼ ἄγουσα πάντα, Καδμείων λάθρᾳ,
355 τοῦδʼ ἐχρήσθη σώματος, φύλαξ τέ μου
πιστὴ κατέστης, γῆς ὅτʼ ἐξηλαυνόμην·
νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ
φέρουσα; τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος;
ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶς
360ἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι.
Ἰσμήνη ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ,
ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,
παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι
πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.
365 δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ
νῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα.
πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε
θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,
λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,
370οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον·
νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς
εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,
ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.
χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς
375τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων
ἀποστερίσκει, κἀξελήλακεν πάτρας.
δʼ, ὡς καθʼ ἡμᾶς ἔσθʼ πληθύων λόγος,
τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει
κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους
380ὡς αὐτίκʼ Ἄργος τὸ Καδμείων πέδον
τιμῇ καθέξον πρὸς οὐρανὸν βιβῶν.
ταῦτʼ οὐκ ἀριθμός ἐστιν, πάτερ, λόγων,
ἀλλʼ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶ
πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 296 Soph. OC 337 (English) >>Soph. OC 385

Powered by PhiloLogic