Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 385 Soph. OC 421 (English) >>Soph. OC 461

421 Οἰδίπους ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
ἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλος
αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,
ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·
425ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει
μείνειεν οὔτʼ ἂν οὑξεληλυθὼς πάλιν
ἔλθοι ποτʼ αὖθις· οἵ γε τὸν φύσαντʼ ἐμὲ
οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον
οὐκ ἔσχον οὐδʼ ἤμυναν, ἀλλʼ ἀνάστατος
430αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς.
εἴποις ἂν ὡς θέλοντι τοῦτʼ ἐμοὶ τότε
πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.
οὐ δῆτʼ, ἐπεί τοι τὴν μὲν αὐτίχʼ ἡμέραν,
ὁπηνίκʼ ἔζει θυμός, ἥδιστον δέ μοι
435τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις,
οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ ἐφαίνετʼ ὠφελῶν·
χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς μόχθος ἦν πέπων,
κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι
μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,
440τὸ τηνίκʼ ἤδη τοῦτο μὲν πόλις βίᾳ
ἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν,
οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν
οὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάριν
φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
445ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις
δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου
καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·
τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους
καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
450ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,
οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ
ὄνησις ἥξει· τοῦτʼ ἐγῷδα, τῆσδέ τε
μαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ
παλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.
455πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ
μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.
ἐὰν γὰρ ὑμεῖς, ξένοι, θέληθʼ ὁμοῦ
προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς
ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν
460σωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 385 Soph. OC 421 (English) >>Soph. OC 461

Powered by PhiloLogic