Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 421 Soph. OC 461 (English) >>Soph. OC 510

461 Χορός ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,
αὐτός τε παῖδές θʼ αἵδʼ· ἐπεὶ δὲ τῆσδε γῆς
σωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ,
παραινέσαι σοι βούλομαι τὰ σύμφορα.
Οἰδίπους
465 φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει.
Χορός θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃς
τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.
Οἰδίπους τρόποισι ποίοις; ξένοι, διδάσκετε.
Χορός πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς
470κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών.
Οἰδίπους ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω;
Χορός κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
Οἰδίπους θαλλοῖσιν κρόκαισιν, ποίῳ τρόπῳ;
Χορός
475οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.
Οἰδίπους εἶεν· τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή;
Χορός χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.
Οἰδίπους τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;
Χορός τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον.
Οἰδίπους
480τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.
Χορός ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.
Οἰδίπους ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;
Χορός τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.
Οἰδίπους
485τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.
Χορός ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,
αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·
490ἔπειτʼ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι
δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ·
ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ξένʼ, ἀμφὶ σοι.
Οἰδίπους παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;
Ἀντιγόνη ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.
Οἰδίπους
495ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν
τῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν·
σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε.
ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν
ψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
500ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ με
μὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας
ἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα.
Ἰσμήνη ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵνα
χρἤσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
Χορός
505τοὐκεῖθεν ἄλσους, ξένη, τοῦδʼ· ἢν δέ του
σπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει.
Ἰσμήνη χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδε
φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ
οὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 421 Soph. OC 461 (English) >>Soph. OC 510

Powered by PhiloLogic