Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 542 Soph. OC 549 (English) >>Soph. OC 579

549 Χορός καὶ μὴν ἄναξ ὅδʼ ἡμὶν Αἰγέως γόνος
550Θησεὺς κατʼ ὀμφὴν σὴν ἐφʼ ἁστάλη πάρα.
Θησεύς πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ
τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς
ἔγνωκά σʼ, παῖ Λαΐου, τανῦν θʼ ὁδοῖς
555ἐν ταῖσδʼ ἀκούων μᾶλλον ἐξεπίσταμαι.
σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα
δηλοῦτον ἡμῖν ὄνθʼ ὃς εἶ, καί σʼ οἰκτίσας
θέλω ʼπερέσθαι, δύσμορʼ Οἰδίπους, τίνα
560πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τʼ ἔχων,
αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.
δίδασκε· δεινὴν γάρ τινʼ ἂν πρᾶξιν τύχοις
λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,
ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,
ὥσπερ σύ, χὠς εἷς πλεῖστʼ ἀνὴρ ἐπὶ ξένης
565ἤθλησα κινδυνεύματʼ ἐν τὠμῷ κάρᾳ·
ὥστε ξένον γʼ ἂν οὐδένʼ ὄνθʼ, ὥσπερ σὺ νῦν,
ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ
ἔξοιδʼ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριον
οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.
Οἰδίπους Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ
570παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι.
σὺ γάρ μʼ ὅς εἰμι κἀφʼ ὅτου πατρὸς γεγὼς
καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·
ὥστʼ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν
εἰπεῖν χρῄζω, χὠ λόγος διοίχεται.
Θησεύς
575τοῦτʼ αὐτὸ νῦν δίδασχʼ, ὅπως ἂν ἐκμάθω.
Οἰδίπους δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας
σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ
κέρδη παρʼ αὐτοῦ κρείσσονʼ μορφὴ καλή.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 542 Soph. OC 549 (English) >>Soph. OC 579

Powered by PhiloLogic