Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 549 Soph. OC 579 (English) >>Soph. OC 607

579 Θησεύς ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;
Οἰδίπους
580χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.
Θησεύς ποίῳ γὰρ σὴ προσφορὰ δηλώσεται;
Οἰδίπους ὅταν θάνω ʼγὼ καὶ σύ μου ταφεὺς γένῃ
Θησεύς τὰ λοίσθιʼ αἰτεῖ τοῦ βίου, τὰ δʼ ἐν μέσῳ
λῆστιν ἴσχεις διʼ οὐδενὸς ποεῖ.
Οἰδίπους
585ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.
Θησεύς ἀλλʼ ἐν βραχεῖ δὴ τήνδε μʼ ἐξαιτεῖ χάριν.
Οἰδίπους ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.
Θησεύς πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;—
Οἰδίπους κεῖνοι κομίζειν κεῖσʼ ἄναξ, χρῄζουσί με.
Θησεύς
590ἀλλʼ εἰ θέλοντά γʼ οὐδὲ σοὶ φεύγειν καλόν.
Οἰδίπους ἀλλʼ οὐδʼ, ὅτʼ αὐτὸς ἤθελον, παρίεσαν.
Θησεύς μῶρε, θυμὸς δʼ ἐν κακοῖς οὐ ξύμφορον.
Οἰδίπους ὅταν μάθῃς μου, νουθέτει, τανῦν δʼ ἔα.
Θησεύς δίδασκʼ· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.
Οἰδίπους
595πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.
Θησεύς τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;
Οἰδίπους οὐ δῆτʼ, ἐπεὶ πᾶς τοῦτό γʼ Ἑλλήνων θροεῖ.
Θησεύς τί γὰρ τὸ μεῖζον κατʼ ἄνθρωπον νοσεῖς;
Οἰδίπους οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην
600πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι
πάλιν κατελθεῖν μήποθʼ, ὡς πατροκτόνῳ.
Θησεύς πῶς δῆτα σʼ ἂν πεμψαίαθʼ, ὥστʼ οἰκεῖν δίχα;
Οἰδίπους τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.
Θησεύς ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;
Οἰδίπους
605ὅτι σφʼ ἀνάγκη τῇδε πληγῆναι χθονί.
Θησεύς καὶ πῶς γένοιτʼ ἂν τἀμὰ κἀκείνων πικρά;


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 549 Soph. OC 579 (English) >>Soph. OC 607

Powered by PhiloLogic