Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 607 Soph. OC 642 (English) >>Soph. OC 668

642 Οἰδίπους Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.
Θησεύς τί δῆτα χρῄζεις; δόμους στείχειν ἐμούς;
Οἰδίπους εἴ μοι θέμις γʼ ἦν· ἀλλʼ χῶρός ἐσθʼ ὅδε,
Θησεύς
645ἐν τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι.
Οἰδίπους ἐν κρατήσω τῶν ἔμʼ ἐκβεβληκότων.
Θησεύς μέγʼ ἂν λέγοις δώρημα τῆς συνουσίας.
Οἰδίπους εἰ σοί γʼ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.
Θησεύς θάρσει τὸ τοῦδέ γʼ ἀνδρός· οὔ σε μὴ προδῶ.
Οἰδίπους
650οὔτοι σʼ ὑφʼ ὅρκου γʼ ὡς κακὸν πιστώσομαι.
Θησεύς οὔκουν πέρα γʼ ἂν οὐδὲν λόγῳ φέροις.
Οἰδίπους πῶς οὖν ποήσεις;
Θησεύς τοῦ μάλιστʼ ὄκνος σʼ ἔχει;
Οἰδίπους ἥξουσιν ἄνδρες
Θησεύς ἀλλὰ τοῖσδʼ ἔσται μέλον.
Οἰδίπους ὅρα με λείπων
Θησεύς μὴ δίδασχʼ χρή με δρᾶν.
Οἰδίπους
655ὀκνοῦντʼ ἀνάγκη.
Θησεύς τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.
Οἰδίπους οὐκ οἶσθʼ ἀπειλὰς
Θησεύς οἶδʼ ἐγώ σε μή τινα
ἐνθένδʼ ἀπάξοντʼ ἄνδρα πρὸς βίαν ἐμοῦ.
πολλαὶ δʼ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
θυμῷ κατηπείλησαν, ἀλλʼ νοῦς ὅταν
660αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.
κείνοις δʼ ἴσως κεἰ δείνʼ ἐπερρώσθη λέγειν
τῆς σῆς ἀγωγῆς, οἶδʼ ἐγώ, φανήσεται
μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.
θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ
665γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε·
ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδʼ ὅτι
τοὐμὸν φυλάξει σʼ ὄνομα μὴ πάσχειν κακῶς.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 607 Soph. OC 642 (English) >>Soph. OC 668

Powered by PhiloLogic