Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 761 Soph. OC 800 (English) >>Soph. OC 848

Κρέων 800πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά,
σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐν τῷ νῦν λόγῳ;
Οἰδίπους ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲ
πείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας.
Κρέων δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ
805φρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;
Οἰδίπους γλώσσῃ σὺ δεινός· ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼ
δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.
Κρέων χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.
Οἰδίπους ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις.
Κρέων
810οὐ δῆθʼ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.
Οἰδίπους ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με
φύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.
Κρέων μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλους
οἷʼ ἀνταμείβει ῥήματʼ, ἤν σʼ ἕλω ποτέ
Οἰδίπους
815τίς δʼ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;
Κρέων μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.
Οἰδίπους ποίῳ σὺν ἔργῳ τοῦτʼ ἀπειλήσας ἔχεις;
Κρέων παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ
ξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα.
Οἰδίπους οἴμοι.
Κρέων
820τάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε.
Οἰδίπους τὴν παῖδʼ ἔχεις μου;
Κρέων τήνδε τʼ οὐ μακροῦ χρόνου.
Οἰδίπους ἰὼ ξένοι, τί δράσετʼ; προδώσετε,
κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;
Χορός χώρει, ξένʼ, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν
825δίκαια πράσσεις οὔθʼ πρόσθεν εἴργασαι.
Κρέων ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.
Ἀντιγόνη οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω
θεῶν ἄρηξιν βροτῶν;
Χορός τί δρᾷς, ξένε;
Κρέων
830οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.
Οἰδίπους γῆς ἄνακτες.
Χορός ξένʼ, οὐ δίκαια δρᾷς.
Κρέων δίκαια.
Χορός πῶς δίκαια;
Κρέων τοὺς ἐμοὺς ἄγω.
Οἰδίπους ἰὼ πόλις.
Χορός
835τί δρᾷς, ξένʼ; οὐκ ἀφήσεις; τάχʼ εἰς βάσανον εἶ χερῶν.
Κρέων εἴργου.
Χορός σοῦ μὲν οὔ, τάδε γε μωμένου.
Κρέων πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.
Οἰδίπους οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;
Χορός μέθες χεροῖν
τὴν παῖδα θᾶσσον.
Κρέων μὴ ʼπίτασσʼ μὴ κρατεῖς.
Χορός
840χαλᾶν λέγω σοι.
Κρέων σοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν.
Χορός πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·
πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι.
Ἀντιγόνη ἀφέλκομαι δύστηνος, ξένοι ξένοι.
Οἰδίπους
845ποῦ, τέκνον, εἶ μοι;
Ἀντιγόνη πρὸς βίαν πορεύομαι.
Οἰδίπους ὄρεξον, παῖ, χεῖρας.
Ἀντιγόνη ἀλλʼ οὐδὲν σθένω.
Κρέων οὐκ ἄξεθʼ ὑμεῖς;
Οἰδίπους τάλας ἐγώ, τάλας.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 761 Soph. OC 800 (English) >>Soph. OC 848

Powered by PhiloLogic