Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 800 Soph. OC 848 (English) >>Soph. OC 897

848 Κρέων οὔκουν ποτʼ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
ὁδοιπορήσῃς· ἀλλʼ ἐπεὶ νικᾶν θέλεις
850πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼ
ταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως,
νίκα. χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε,
ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ
δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
855ὀργῇ χάριν δούς, σʼ ἀεὶ λυμαίνεται.
Χορός ἐπίσχες αὐτοῦ, ξεῖνε.
Κρέων μὴ ψαύειν λέγω.
Χορός οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος.
Κρέων καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.
Χορός
860ἀλλʼ ἐς τί τρέψει;
Κρέων τόνδʼ ἀπάξομαι λαβών.
Χορός δεινὸν λέγοις ἄν.
Κρέων τοῦτο νῦν πεπράξεται.
Χορός ἢν μή σʼ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
Οἰδίπους φθέγμʼ ἀναιδές, σὺ γὰρ ψαύσεις ἐμοῦ;
Κρέων αὐδῶ σιωπᾶν.
Οἰδίπους μὴ γὰρ αἵδε δαίμονες
865θεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,
ὅς μʼ, κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσας
πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.
τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν
πάντα λεύσσων Ἥλιος δοίη βίον
870τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.
Κρέων ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
Οἰδίπους ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτι
ἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι.
Κρέων οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳ
875κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.
Οἰδίπους ἰὼ τάλας.
Χορός ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.
Κρέων δοκῶ.
Χορός τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.
Κρέων
880τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.
Οἰδίπους ἀκούεθʼ οἷα φθέγγεται;
Χορός τά γʼ οὐ τελεῖ.
ἴστω μέγας Ζεύς.
Κρέων Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.
Χορός ἆρʼ οὐχ ὕβρις τάδʼ;
Κρέων ὕβρις, ἀλλʼ ἀνεκτέα.
Χορός ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
885μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή.
Θησεύς τίς ποθʼ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ
τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,
890οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον καθʼ ἡδονὴν ποδός.
Οἰδίπους φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,
πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.
Θησεύς τὰ ποῖα ταῦτα, τίς δʼ πημήνας; λέγε.
Οἰδίπους Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων
895ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.
Θησεύς πῶς εἶπας;
Οἰδίπους οἷά περ πέπονθʼ ἀκήκοας.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 800 Soph. OC 848 (English) >>Soph. OC 897

Powered by PhiloLogic