Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 848 Soph. OC 897 (English) >>Soph. OC 939

897 Θησεύς οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν
ἄνιππον ἱππότην τε θυμάτων ἄπο
900σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι
μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,
ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ
ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δʼ ἐγώ,
905εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος,
ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός.
νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων,
τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.
οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν
910κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·
ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως
οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·
ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν
κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς
915τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν
ἄγεις θʼ χρῄζεις καὶ παρίστασαι βίᾳ,
καί μοι πόλιν κένανδρον δούλην τινὰ
ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.
καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν·
920οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,
οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο
συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ
ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός,
925οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,
ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς
οὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμην
ξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
930τὴν αὐτὸς αὑτοῦ, καί σʼ πληθύων χρόνος
γέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά,
εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
935εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι
τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
Χορός ὁρᾷς ἵνʼ ἥκεις, ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶ
φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 848 Soph. OC 897 (English) >>Soph. OC 939

Powered by PhiloLogic